# Dialexeis 5-17

Maximus of Tyre, Dialexeis, ΛΗ΄ XXΧVIII (Duebn. XXXVIII vulg. 22), Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5-17

῾ Ὦ σχέτλιε, τί ταῦτα ἐρεῖς, ὅς ἡγεῖ τὸ καλλιστεῦον τῶν ἀνθρωπίνων ἀγαθῶν παρὰ μὲν ἀνθρώπου τέχνης τάχιστα ἥξειν, ἐκ δὲ θείας ἀρετῆς ἀπορώτατα; Καίτοι μαντικήν, καὶ τελεστικήν, καὶ ποιητικήν, καὶ καθάρσεις, καὶ χρησμῳδίας, ξυλλήβδην ἅπαντα, οὐκ ἂν εἴποις ἀντάξια εἶναι τῆς ἀρετῆς· εἶτα ἐκεῖνα μὲν ἡγῇ θείᾳ τινὶ ἐπιπνοίᾳ ψυχαῖς ἀνθρωπίναις ἀνακίρνασθαι, τὸ δὲ τούτων σπανιώτερον, τὴν ἀρετήν, ἔργον εἶναι τέχνης θνητῆς; ἢ πολλοῦ ἄξιον νομίζεις τὸ θεῖον, πρὸς μὲν τὰ φαῦλα καλῶς καὶ ἀφθόνως παρεσκευασμένον, πρὸς δὲ τὰ κρείττω ἄπορον; Οὔπω λέγω, ὡς εἴπερ ἐκείνων ἕκαστον τελεσιουργεῖσθαι ὁρᾷς, ἀνάγκη, καὶ τὸ κρεῖττον· οὐ γάρ, ὡς εἴπερ ὁ χαλκευτικὸς οὐκ ἂν τέκτονα ἐκδιδάξαι· οὐδὲ ὥσπερ ὁ γεωργὸς κυβερνητικῆς ἄπειρος, καὶ ὁ κυβερνήτης ἰατρικῆς, ἄλλος ἄλλης ὁ μὲν ἔμπειρος γῆς, ὁ δὲ ἄπειρος τῆς αὐτῆς, | οὕτως καὶ || ὁ θεὸς ἐν περιγραφῇ μένει τέχνης μιᾶς· ἀλλ εἴπέρ τι παρʼ ἐκείνου ἔλθῃ, πρὸς μὲν ἀνθρωπίνης ψυχῆς δύναμιν τέχνης ἂν εἴη μέτρον, πρὸς δὲ θείας ἐπιστήμης παρασκευὴν μόριον τοῦ ὅλου. Ὅρα δή, μή σοι θεός, τὰ τοιαῦτα δύναται κληρουχεῖν καὶ νέμειν, πολὺ τούτων πρότερον ἀρετὴν νέμειν καὶ δύναιτο καὶ ἐθέλει. Οὑτωσὶ δὲ αὐτὸ σκέψαι.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
