# Dialexeis 5.Subsection a-15

Maximus of Tyre, Dialexeis, ΛΔ΄ XXXIV (Duebn vulg 35 B 2), Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20a-15

Κροῖσος μὲν γὰρ εἶχεν εὔῖππον γῆν, Πολυκράτης δὲ εὔνεω θάλατταν· ἀλλʼ οὐδὲν τούτων βέβαιον, οὐχ ἡ γῆ Κροίσῳ, οὐχ ἡ θάλαττα Πολυκράτει· ἀλλʼ ἐλάμβανεν Ὀρόντης μὲν Πολυκράτην, Κροῖσον δὲ Κῦρος· καὶ διαδοχὴ μετʼ εὐτυχίαν μακρὰν ἀθρόων κακῶν. Διὰ τοῦτο Σόλων οὐκ εὐδαιμόνισε Κροῖσον, σοφὸς γὰρ ἦν· διὰ τοῦτο Ἄμασις ἀπείπατο Πολυκράτην, ἀσφαλὴς γὰρ ἦν· διὰ τοῦτʼ ἐγὼ ἐπαινῶ βίον γευόμενον κακῶν, ἀλλὰ γευόμενον μόνον, χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνεν· ἔχοντα μὲν τὴν ἀρετήν, χρώμενον δὲ αὐτῇ καὶ πρὸς ἀκουσίους τύχας.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
