# Dialexeis 5.Subsection a-18-Subsection i

Maximus of Tyre, Dialexeis, 5.Subsection a to 5.Subsection i. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20a-18

Ἵθι δὴ καὶ ἐπὶ τὴν τῶν ἄλλων ἀρχήν, τὴν αὐτοφυῆ, ἢν ἡ ψυχῆς ἐξουσία κυΐσκει τὲ καὶ τελεσφορεῖ, ὄνομα μοχθηρία. Αὐτοῦ τοῦτο (Plat. respubl. X 617 e) ἑλομένου αἰτία, θεὸς ἀναίτιος ἐπεὶ γὰρ ἔδει γῆν γενέσθαι μὲν ἔγκαρπον, καὶ ζῳοτρόφον, καὶ πολυθρέμμονα, ἔχειν δὲ ἐν ἑαυτῇ κακὰ ἔνδον καθειργμένα ἐξεληλαμένα τοῦ οὐρανοῦ, εἰς τὸν δεύτερον τόπον ἐμίγη. Θεὸς δὲ πολλὰς καὶ παντοδαπὰς ζῴων κληρουχίας, δίχα αὐτῶν τὴν πρώτην φύσιν διελόμενος, τὴν μὲν εἶναι παντοδαπὴν ἐν τοῖς βίοις, καὶ ποικίλην τοῖς σώμασιν, ἄλογον, ἄφρονα, ἀλληλοφθόρον, ἀνόητον θεοῦ, ἀρετῆς ἄμοιρον, ὑπʼ αἰσθήσεως ἐφημέρου βοσκομένην καὶ δημαγωγουμένην, ἰσχυρὰν μὲν τῷ σώματι, ἀμήχανον δὲ τῷ λογισμῷ· τὴν δὲ ἑτέραν αὗ τὴν ἀνθρωπίνην ἔμπαλιν ὁμογενῆ καὶ ξύννομον καὶ μίαν, ἀσθενῆ μὲν τῷ σώματι, ἄρρηκτον δὲ τῷ λόγῳ, συνετὴν θεοῦ, πολιτείας μέτοχον, κοινωνίας ἐρῶσαν, δίκης καὶ νόμου καὶ φιλίας γεγευμένην. Ἔδει δὲ ἄρα τὸ γένος τοῦτο κρεῖτ τον μὲν εἶναι τῆς ἐν γῇ πάσης ἀγέλης, ἔλαττον δέ, οἶμαι, θεοῦ. Τὴν δὲ ἐλάττωσιν αὐτοῦ οὐδὲ θάνατος ἄρα παρέξεσθαι ἔμελλεν· ὄν γὰρ καλοῦσιν ο πολλοὶ θάνατον, αὐτὸ τοῦτο ἦν ἀθανασίας ἀρχή, καὶ γένεσις μέλλοντος βίου, τῶν μὲν σωμάτων τῷ αὑτῶν νόμῳ καὶ χρόνῳ φθειρομένων, τῆς δὲ ψυχῆς ἐπὶ τὸν αὐτῆς τόπον καὶ βίον ἀνακαλουμένης. Τοῦτον δὴ τῆς ἀνθρωπίνης ἐνδείας πρὸς τὸ θεῖον ἐξεῦρεν θεὸς τρόπον. ἐπιθεὶς τὴν ψυχὴν γηΐνῳ σώματι, ὡς ἡνίοχον ἅρματι, παραδοὺς τὰς ἡνίας τῷ ἡνιόχῳ, ἀφῆκεν θεῖν, ἔχουσαν μὲν παρʼ αὐτοῦ ῥώμην τέχνης, ἔχουσαν δὲ καὶ ἀτεχνίας ἐξουσίαν. Ἡ δὲ ἐπειδὰν ἐπιβῇ ἀρμάτων καὶ λάβηται τῶν ἡνιῶν, ἡ μὲν εὐδαίμων καὶ μακαρία ψυχὴ καὶ μεμνημένη τοῦ ἐπὶ τὸ ὄχημα ταύτην ἐμβιβασαμένου θεοῦ καὶ ἡνιοχεῖν προστάξαντος, ἔχεται τῶν ἡνιῶν, καὶ ἄρχει τοῦ ἄρματος, καὶ κολάζει τὰς τῶν ἵππων ὁρμάς·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
