# Dialexeis 5.Subsection a-3-Subsection h

Maximus of Tyre, Dialexeis, 5.Subsection a to 5.Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20a-3

Εἰ μὲν οὖν τοιοῦτόν ἐστιν ἡ ψυχή, οἷον καὶ τὸ σῶμα, θνητὸν καὶ φθειρόμενον, καὶ λυόμενον, καὶ σηπόμενον, οὐδὲν ἔχω περὶ αὐτῆς σεμνὸν εἰπεῖν· οὐδὲ γὰρ περὶ σώματος σεμνὸν οὐδὲν εἰπεῖν ἔχω· ἐφήμερον γὰρ τὸ θρέμμα καὶ ἀκροσφαλές, φερόμενον, ἄπιστον, ἀσαφές, καὶ ἔμπληκτον. Εἰ τοιοῦτον ἡ ψυχή, οὔτέ τι οἶδεν, οὐδὲ ἀναμιμνήσκεται, οὕτε μανθάνει· θᾶττον γὰρ ἄν φυλάξαι σφραγῖδος τύπους κηρὸς ὑπὸ ἡλίου τηκόμενος, ἢ ψυχὴ μάθημα, εἴπέρ ἐστιν σῶμα· πᾶν γὰρ σῶμα ῥεῖ, καὶ φέρεται ὀξέως, Εὐρίπου δίκην, ἄνω καὶ κάτω, νῦν μὲν ἐκ νηπιότητος εἰς ἥβην οἰδαῖνον· νῦν δὲ ἐξ ἥβης εἰς γῆρας ὑπονοστοῦν καὶ ὑποφερόμενον. Ἀλλʼ οὐ τοιοῦτον χρῆμα εἶναι τὴν ψυχὴν μαντεύεται οὔτε Πυθαγόρας, οὔτε Πλάτων· ἀλλʼ οὐδὲ ὁ πρὸ τούτων Ὅμηρος, ᾧ καὶ ἐν Ἅιδου διαλέγονται αἱ ψυχαί, καὶ εἰσὶν μαντικαὶ τότε. Λέγει δέ που αὐτῷ καὶ ἀοιδὸς ἀνήρ, (χ 54) αὐτοδίδακτος δʼ εἰμί, θεοὶ δέ μοι ὤπασαν ὀμφήν. Καὶ ἀληθῆ λέγει· αὐτοδίδακτον γάρ τι χρῆμα ἀτεχνῶς ἡ ψυχή, καὶ τὸ εἰδέναι παρὰ θεῶν τῇ φύσει εὖ ἔχον. Ἢ τὰ μὲν ἄλλα ζῷα αὐτοδίδακτα πρὸς τὰ αὐτῶν ἔργα, καὶ οὐδεὶς εἰπεῖν ἔχει διδασκάλους, οὐ λεόντων πρὸς || ἀλκήν, οὐκ ἐλάφων πρὸς φυγήν, οὐχ ἵππων πρὸς δρόμον· ἀλλὰ καὶ ὀρνίθων γένος αὐτοδίδακτον ἐπʼ ἄκρων φυτῶν ἐμηχανήσαντο καλειάδας αὐτουργῷ τέχνῃ, καὶ ἀράχναι αὐτοφυεῖ μίτῳ θήρατρα ἐν ἀέρι, καὶ ἑρπετὰ φωλεούς, καὶ ἰχθύες χειραμούς, καὶ ὅσαι ἄλλων ζῴων τέχναι πρὸς σωτηρίαν ἑκάστῳ γένει ξύμφυτοι· ἀνθρώπῳ δὲ ἆρα |τῷ νοερωτάτῳ τῶν ὄντων ἐπίκτητον ἥξει τὸ εἰδέναι; οὐκοῦν ἥξει ποτέ· ἀνάγκη γὰρ ἢ εὑρόντα εἰδέναι, ἢ μαθόντα· ὧν ἑκάτερον ἀσθενές, οὐχ ὑπούσης ἐπιστήμης φύσει· ὅ, τε γὰρ εὑρὼν πῶς

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
