# Dialexeis 5.Subsection a-Subsection d

Maximus of Tyre, Dialexeis, 5.Subsection a to 5.Subsection d. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20a

Τί δήποτʼ οὖν τὸ τούτου αἴτιον; Ὅτι τὰς μὲν τῶν σωμάτων τέχνας καὶ τὰς ἐπὶ ταύταις ταλαιπωρίας οὐ πᾶσα ἀνέχεται σαρκῶν φύσις, οὐδέ ἐστιν τὸ χρῆμα κομιδῇ ἑκούσιον, ἀλλὰ αὐτοφυὲς καὶ αὐτόματον καὶ εἰς ὀλίγους ἐκ πολλῶν ἧκον· ἢ γὰρ κατὰ μέγεθος φῦναι δεῖ Τιτόλμῳ ὅμοιον, ἢ κατὰ καρτερίαν Μίλωνι, ἢ κατὰ ῥώμην Πουλυδάμαντι, ἢ κατὰ τάχος Λασθένει. Εἐ δέ τις ἀσθενέστερος μὲν ὢν τοῦ Ἐπειοῦ, αἰσχίων δὲ τοῦ Θερσίτου, μικρότερος δὲ τοῦ Τυδέως, βραδύτερος δὲ τοῦ Αἴαντος καὶ πάσας τὰς τοῦ σώματος ἐλαττώσεις ἠθροισμένας ἔχων ζηλώσαι τὴν ἀγωνίαν, ἦ ἔρωτα ἠράσθη κενὸν καὶ ἀτελεύτητον. Τὰ δὲ τῆς ψυχῆς ἀγωνίσματα ἔμπαλιν ἔχειν τοῖς ἐκεῖ· ὀλίγον γὰρ καὶ σπάνιον ἐν τῷ τῶν ἀνθρώπων γένει τὸ μὴ πεφυκός· οὐ γὰρ αὐτοφυεῖς α τῆς ψυχῆς ἀρεταὶ, οὐ γὰρ αὐτόματοι· ἀλλὰ προεξεργάζεται μέν τι καὶ ἡ φύσις, ὅσον ὑποβάλλειν κρηπῖδα ὀλίγην μεγάλῳ τειχίφ, ἢ τρόπιν μικρὰν ὑψηλῇ ὁλκάδι·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
