# Dialexeis 5.Subsection b-4-Subsection h

Maximus of Tyre, Dialexeis, 5.Subsection b to 5.Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20b-4

τῷ μύθῳ; Τοιοῦτο ἀμέλει ἐστὶν τὸ περὶ τὴν κοινωνίαν τὴν πολιτικὴν γιγνόμενον· εἰ γὰρ ἐθελήσαι ἕκαστος ὄκνῳ τοῦ πωλεῖν ἀφέμενος τοῦ παράγειν ἐπαναχωρεῖν ἐκ τῆς κοινωνίας πρὸς τὴν αὐτοῦ σχολήν, τί κωλύει διαλυθῆναι τὸ πᾶν καὶ φθαρῆναι; τὰ μὲν ἰσχυρὰ τῶν οἰκοδομημάτων τῇ πρὸς ἄλληλα ξυννεύσει τῶν ἐν αὐτοῖς λίθων ξυνδέδεται καὶ ἕστηκεν καὶ μένει, εἰ δὲ ἐξέλοις ὅτι οὖν τῆς ἁρμονίας, διαλύσεις τὸ πᾶν· τὸν δὲ ξύμπαντα βίον οὐχ ἡγεῖ τὴν σωτηρίαν ἔχειν ἐκ τῆς πρὸς ἑαυτὰ ξυννεύσεως τῶν ἐν αὐτῷ μερῶν; Καὶ τῶν μὲν ἄλλων τοῦ πράττειν ἐξισταμένων οὐδεὶς λόγος· οὐδὲ γὰρ ὁ Θερσίτης λιποτακτῶν ἐλύπησεν ἄν τὸ Ἑλληνικόν· ὁ δὲ Ἀχιλλεὺς ὁ μηνίσας καὶ ἐπὶ σκηνῆς ἀναπαυόμενος, καὶ δοὺς αὐτὸν σχολῇ καὶ κιθάρᾳ καὶ τῇ ᾠδῇ, ἀνέπλησεν τὸ στρατόπεδον πολλῶν κακῶν· οὗ γὰρ παρόντος ὠφελεῖσθαι ὑπάρχει, ἀπόντος τούτου βλάπτεσθαι ἀνάγκη. Καὶ τὸ νῦν ὁ θεωρίαν καὶ ἀλήθείαν καὶ σχολὴν ἀσπαζόμενος τίς ἂν εἴη ἄλλος, ἢ ὁ φρόνιμος καὶ νοῦν ἔχων; Ἀλλὰ τί οὖν· ὁ μὴ κυβερνητικώτατος ἐξίσταται τῆς αὐτοῦ ἔδρας τοῖς ἀτεχνοτάτοις, καὶ ὁ στρατηγὸς ἐξίσταται τῆς ἀρχῆς τοῖς ἀναρχοτάτοις; Τ δὲ καὶ τὴν ἀρχὴν σεμνὸν τὸ τἀληθῆ εἰδέναι, καὶ τεταμιεῦσθαι ἐν τῇ ψυχῇ θησαυρὸν ἄγονον καὶ ἀργὸν καὶ ἄκαρπον, μηδὲν αὐτῆς ὀνίνασθαι | μέλλοντα μηδὲ ὠφελήσειν ἑτέρους; πλὴν εἰ μὴ καὶ ἀκοὴ καλόν, | ἵνα ἔχωμεν, οὐχ ἵνα ἁρμονίας καὶ φωνῆς συνῶμεν· καὶ ὄψις καλόν, ἵνα ἔχωμεν, οὐχ ἵνα ἴδωμεν τὸ τοῦ ἡλίου φῶς· καὶ ὁ πλοῦτος καλόν, κἂν ἔχει τὶς αὐτὸν κατορύξας ἐν γῇ, θησαυρὸν ἀργόν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
