# Dialexeis 5.Subsection b-5-Subsection g

Maximus of Tyre, Dialexeis, 5.Subsection b to 5.Subsection g. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20b-5

Ταύτῃ μοι καὶ τὰ Ὁμήρου σκόπει, ὡς ἔστι χρῆμα διπλοῦν, κατὰ μὲν τὴν ποιητικὴν ἐντεταμένον εἰς μύθου σχῆμα, κατὰ δὲ φιλοσοφίαν εἰς ζῆλον ἀρετῆς καὶ ἀληθείας γνῶσιν συντεταγμένον. Αὐτίκα πεποίηται αὐτῷ ἐν τοῖς λόγοις μειράκιον Θετταλικὸν καὶ ἀνὴρ βασιλικός, Ἀχιλλεύς καὶ Ἀγαμέμνων· ὁ μὲν ὑπʼ ὀργῆς εἰς ὕβριν προφερόμενος ὁ Ἀγαμέμνων, ὁ δὲ Ἀχιλλεύς προπηλακισθείς μηνιῶν· εἰκόνες παθῶν, νεότητος καὶ ἐξουσίας. Ἀντίθες τοι ἑκατέρῳ τὸν Νέστορα, παλαιὸν τῷ χρόνῳ, ἀγαθὸν φρονεῖν, δεινὸν εἰπεῖν. Πάλιν αὖ Θερσίτης πεποίηται αὐτῷ αἰσχρὸς ἰδεῖν, φωνὴν ἐπεσβόλος, γνώμην ἄτακτος, οἷος εἶναι εἰκὼν ἀκολάστου δήμου. Ἀλλʼ ἀντίθες καὶ τούτῳ ἄνδρα, ἀγαθόν, ἡγεμόνα ἀκριβῆ, ἐπιπορευόμενον, ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα ἐφεύροι, τόν ῥʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι, βοόωντά τʼ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν. Ἆρά σοι εὐδοκεῖ αὐτὸ τοῦτο, εἰ καὶ ὁ Σωκράτης τοὺς μὲν βασιλικοὺς καὶ ἐξόχους ἄνδρας | ἀγανοῖς λόγοις γεραίρων καὶ ἀποδεχόμενος, Τίμαιόν τινα, ἢ Παρμενίδην, ἢ ἄλλον βασιλικὸν ξένον· ὃν δʼ αὐ δήμου τʼ ἄνδρα ἴδοι, βοόωντά τʼ ἐφεύροι, τοῦτον ἐλαύνων τῷ λόγῳ, Θρασύμαχόν τινα, ἢ Πῶλον, ἢ Καλλικλέα, ἢ τινα ἄλλον λωβητῆρα καὶ ἐπεσβόλον.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
