# Dialexeis 5.Subsection c

Maximus of Tyre, Dialexeis, ΙΗ΄ XVIII (Duebn. XXIV vulg. 8), Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20c

αἰτιασάμενος τὴν παρρησίαν τῶν ἐπῶν, ὅτι ὁ Ζεὺς πεποίηται αὐτῷ τῇ Ἥρᾳ μισγόμενος ἐν τῇ Ἴδῃ, νεφέλης αὐτούς καλυπτούσης ἀθανάτου, καὶ Ἄρεως καὶ Ἀφροδίτης συνουσία, |καὶ Ἡφαίστου δεσμά, καὶ θεοὶ πίνοντες, καὶ γελῶντες θεοὶ ἄσβεστον γέλωτα, καὶ Ἀπόλλων φεύγων, καὶ Ἀχιλλεὺς διώκων, αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον, καὶ ὀδυρόμενοι θεοί· ὤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν, ὁ Ζεὺς λέγει· καὶ αὖθις αὖ, ὤμοι ἐγὼ δειλή, ὤμοι δυσαριστοτόκεια, ἡ Θέτις λέγει· καὶ ὅσα ἄλλα ἐπὶ τούτοις Ὅμηρος μὲν ᾐνίξατο, Σωκράτης δὲ ἐμέμψατο·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
