# Dialexeis 5.Subsection d-2-Subsection k

Maximus of Tyre, Dialexeis, 5.Subsection d to 5.Subsection k. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20d-2

αὐτὸς δὲ δὴ Σωκράτης, ὁ ἐραστὴς μὲν σοφίας, πενίας δὲ κρείττων, ἡδονῆς δὲ ἐχθρός, ἀληθείας δὲ φίλος, οὕτω σφαλεροὺς καὶ κινδυνώδεις λόγους ταῖς αὐτοῦ ὁμιλίαις ἀνεκέρασεν, ὥστε τὰ Ὁμηρου αἰνίγματα πόρρω πάνυ εἶναι τῆς αἰτίας, τοῖς ἐκείνου παραβαλλόμενα. Αὐτίκα καὶ ὁ μὲν περὶ τοῦ Διὸς τοιαῦτα ἀκούσας, καὶ τοῦ Ἀπόλλωνος, καὶ τῆς Θέτιδος, καὶ τοῦ Ἡφαίστου, καταμαντεύεται τοῦ λόγου, ὡς φησὶ μὲν ταῦτα, ἕτερα δὲ αἰνίττεται· καὶ παρεὶς τῇ ἀκοῇ τὸ τερπνόν, συναγωνίζεται τῷ ποιητῇ, καὶ συνεξαίρεται τῇ φαντασίᾳ, καὶ συναναπλάττει τὸν λόγον, ἀπιστῶν ὁμοῦ καὶ χαίρων τῇ τῆς μυθολογίας ἐξουσία. δὲ Σωκράτης ἡμῖν ἐπ᾿ ἀληθείᾳ διατεθρυλημένος, ἐπισφαλέστερος ἐν οἷς αἰνίττεται, διὰ τὸ ἀξιόπιστον μὲν ἐν τοῖς λόγοις, δυνατὸν δὲ τῇ μιμήσει, ἀνόμοιον δ᾿ ἐν τοῖς ἔργοις. Οὐδὲν γὰρ αὐτὸς αὐτῷ ὅμοιος ὁ Σωκράτης ἐρῶν τῷ σωφρονοῦντι, καὶ ὁ ἐκπληττόμενος τοὺς καλοὺς τῷ ἐλέγχοντι τοὺς ἄφρονας, ὁ Λυσίου τῶν ἐρωτικῶν ἀντίτεχνος, ὁ Κριτοβούλου ἁπτόμενος, ὁ ἀπὸ κυνηγεσίου τῆς Ἀλκιβιάδου ὥρας παραγινόμενος, ὁ Χαρμίδην τεθηπώς. Πῶς γὰρ ὅμοια ταῦτα φιλοσόφῳ βίῳ; οὐ τῇ πρὸς τὸν δῆμον παρρησίᾳ, οὐδὲ τῇ πρὸς τοὺς τυράννους ἐλευθερίᾳ, τὸν οὐδὲ τῇ ἐπὶ Δηλίῳ ἀριστείᾳ, οὐδὲ τῇ | πρὸς τοὺς δικαστὰς ὑπεροψίᾳ, οὐδὲ τῇ ἐπὶ τὸ δεσμωτήριον ὁδῷ, οὐδὲ τῇ πρὸς τὸν θάνατον παρασκευῇ· πολλοῦ γε καὶ δεῖ. Εἰ μὲν γὰρ ἀληθῆ ταῦτα, εὐφημεῖν ἄξιον· εἰ δὲ αἰνίττεται δι᾿ αἰσχρῶν ῥημάτων πράξεις καλάς, δεινὸν καὶ σφαλερὸν τὸ χρῆμα. Τὸ γὰρ ὑποβαλεῖν αἰσχρῷ καλόν, καὶ τὰ ὠφελοῦντα διὰ τῶν βλαπτόντων ἐπιδείκνυσθαι, οὐκ ὠφελοῦν βουλομένου ἔργον (τὸ γὰρ ὠφελοῦν ἀφανὲς) ἀλλὰ βλάπτειν· πρόχειρον γὰρ τοῦτο. Ταῦτα οἶμαι Θρασύμαχον ἂν εἰπεῖν, ἢ Καλλίαν, ἢ Πῶλον, ἢ ὅστις ἄλλος τῇ Σωκράτους φιλοσοφία ἐπολέμει.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
