# Dialexeis 5.Subsection f-3

Maximus of Tyre, Dialexeis, ΚΕ΄ XXV (Duebn XXXI vulg. 15), Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20f-3

ληνικῶν καὶ Τρωῖκῶν κακῶν; Ἔστι κἀνταῦθα ἐπαινέτης τοιοῦτος, ἐπειδάν τις ἐντυχὼν ἀκολάστῳ λόγῳ, τὸ μὲν ἀπατηλὸν αὐτοῦ μὴ γνωρίσῃ, τὸ δὲ ἡδὺ στέρξῃ, κατὰ βραχὺ ὑποφερόμενος ταῖς καθʼ ἡμέραν ἡδοναῖς ἀψοὥσπερ τῶν πλεόντων οἱ πνευμάτων μὲν ἐξ οὐρίας πρὸς τὸν ἀληθῆ δρόμον οὐ τυχόντες, ῥεύματι δὲ γαληνῷ διʼ ἀκυμάντου τῆς θαλάττης εἰς ἠϊόνας ἐρήμους ἢ ῥαχίας δυσχερεῖς ἐκπεπτωκότες· μετὰ τοῦτο προσηνέχθη λαθὼν ἀμαθίᾳ, καὶ μετὰ τοῦτο φιληδονίας πάσης ἠϊόνος ἐρημοτέροις χωρίοις, καὶ πάσης ῥαχίας δυσχερεστέροις, ἀγαπῶν τὴν πλάνην καὶ χαίρων τῇ ψυχαγωγίᾳ· ὥσπερ οἱ πυρέττοντες, ἐμπιπλάμενοι ποτοῦ καὶ σιτίων παρὰ τοὺς τῆς τέχνης νόμους·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
