# Dialexeis 5.Subsection g-Subsection i

Maximus of Tyre, Dialexeis, 5.Subsection g to 5.Subsection i. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20g

Οὐδὲν γὰρ τούτων περιέλαβεν μέτρῳ οὐδὲ ὥρισεν ὁ θεὸς, οὔτε πλοῦτον, οὔτε ἡδονάς, οὔτε ἄλλό τι τῶν ἀνθρωπίνων δὴ ἐπιθυμημάτων, ἀλλʼ ἔστιν αὐτῶν ἄπειρος ἡ οὐσία· ἔνθέν που καὶ οἱ διώκοντες ταῦτα ἐμπλησθέντες αὐτῶν διψῶσιν μᾶλλον· ἔλαττον γὰρ τὸ ληφθὲν τοῦ προσδοκωμένου. Ὁπότον δὲ ἄξῃ ψυχὴ ἐπὶ πρᾶγμα ἑστὸς καὶ ὡμολογημένον καὶ πεπε |ρασμένον καὶ ὡρισμένον, καὶ καλὸν μὲν τῇ φύσει, ἀνυστὸν δὲ τῷ πόνῳ, ληπτὸν δὲ τῷ λογισμῷ, διωκτὸν δὲ τῷ ἔρωτι, καταληπτὸν δὲ τῇ ἐλπίδι, τότε γίγνεται ἡ τῆς ψυχῆς ἀγωνία ἐπιτυχὴς καὶ τελεσιουργὸς καὶ νικηφόρος· ἔστιν δὲ τοῦτο οὐκ ἄλλο τι, ἢ οἷπερ εἵνεκα ταυτὶ τὰ θέατρα οἱ φιλοσοφοῦντες ἀθροίζουσιν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
