# Dialexeis 5.Subsection n-Subsection p

Maximus of Tyre, Dialexeis, 5.Subsection n to 5.Subsection p. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/5.Subsection%20n

Τοῦτο τὸ ἄκουσμα ἐφήμερον τὸ τῶν ἀνθρώπων γένος καὶ φθειρόμενον ταχὺ καὶ ἀπολλύμενον καὶ ὑπορρέον τῇ μνήμῃ σώζει, καὶ τὰς ἀρετὰς φυλάττει, καὶ τὰς πράξεις ταῖς δόξαις ἀθανάτους ποιεῖ. Διὰ τοῦτο ὁ Λεωνίδης ᾄδεται οὐχ ὑπὸ Λακεδαιμονίων μόνον τῶν τότε, καὶ ὁ Θεμιστοκλῆς ἐπαινεῖται οὐχ ὑπὸ Ἀθηναίων ἐκείνων· μένει δὲ καὶ ἡ Περικλέους στρατηγία, καὶ νῦν ἔτι ἡ Ἀριστείδου δικαιοσύνη· δίδωσιν Κριτίας καὶ νῦν δίκην, φεύγει καὶ νῦν Ἀλκιβιάδης. Συνελόντι δὲ εἰπεῖν, οἱ καθʼ ἱστορίαν λόγοι τῷ μὲν ἀνηκόῳ τερπνότατον καθʼ ἡδονήν, τῷ δὲ εἰδότι ἐπαγωγότατον κατὰ ἀνάμνησιν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
