# Dialexeis 6-2

Maximus of Tyre, Dialexeis, Β΄ II (Duebn. VIII vulg. 38 Β 5 Κ 2), Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/6-2

Τὰ μὲν Αἰγυπτίων τοιαῦτα. Ἀλέξανδρος δὲ ἐκεῖνος, Πέρσας ἑλών, καὶ Βαβυλῶνος κρατήσας, καὶ Δαρεῖον χειρωσάμενος, ἦλθεν εἰς τὴν Ἰνδῶν γῆν ἄβατον οὖσαν τέως στρατιὰ ξένῃ, ὡς Ἰνδοὶ ἔλεγον, πλήν γε Διονύσου καὶ Ἀλεξάνδρου. Ἐστασίαζον Ἰνδοὶ βασιλεῖς Πῶρος καὶ Ταξίλης. Πῶρον μὲν λαμβάνει ὁ Ἀλέξανδρος, Ταξίλην δὲ κατὰ φιλίαν παρεστήσατο. Ἐπεδείκνυεν Ἀλεξάνδρῳ Ταξίλης τὰ θαυμαστὰ τῆς Ἰνοῶν γῆς, ποταμοὺς μεγίστους, καὶ ὄρνιθας ποικίλους, καὶ εὐώδη φυτά, καὶ εἴ τι ἄλλο ξένον ὀφθαλμοῖς Ἑλληνικοῖς· ἐν δὲ τοῖς ἔδειξε καὶ ζῷον ὑπερφυές, Διονύσου ἄγαλμα, ᾧ Ἰνδοὶ ἔθυον· δράκων ἦν μῆκος πεντάπλεθρον, ἐτρέφετο δὲ ἐν χωρίῳ κοίλῳ, ἐν κρημνῷ βαθεῖ, τείχει ὑψηλῷ ὑπὲρ τῶν ἄκρων περιβεβλημένος· καὶ ἀνήλισκεν τὰς Ἰνδῶν ἀγέλας, χορηγούντων αὐτῷ τροφὴν βοῦς καὶ ὄϊς, καθάπερ τυράννῳ μᾶλλον ἢ θεῷ.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
