# Dialexeis 6-20

Maximus of Tyre, Dialexeis, ΛΕ΄ XXXV (Duebn. VI vulg. 36 B 3), Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/6-20

Τίς ἄν οὖν παρασκευὴ γένοιτο ἀνδρὶ φιλίας ἐραστῇ πρὸς τὸ κτῆμα τοῦτο; Χαλεπὸν μὲν εἰπεῖν, ῥητέον δὲ ὅμως· ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, οὐδὲ λύκοι τὲ καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν· οὐκ ἔστιν οὐδὲ ἀνδρὶ πρὸς ἄνδρα φιλίας ὁλκή, μέχρις ἂν αὐτῷ οἱ ὀφθαλμοὶ φαντάζωνται χρυσὸν καὶ ἄργυρον. Κἂν τούτων ἀπαγάγῃς τὴν ὄψιν, οὐκ ἀπόχρη πρὸς φιλίαν ἡ καρυερία, ἀλλʼ ἐνοχλεῖ αὐθις ἢ παιδίσκων ὥρα, ἢ γυναικὸς κάλλος· κἂν καταμύσῃ πρὸς ταῦτα, (Plat. Alcib. l 132a) εὐπρόσωπος ὁ τοῦ μεγαλήτορος Ἐρεχθέως δῆμος, καὶ τὰ ἐν ἐκκλησίαις κηρύγματα, καὶ ἡ ἀπʼ αὐτῶν δόξα, κοῦφον χρῆμα, καὶ πᾶσαν γῆν ὀξέως ὑπεριπτάμενον. Κἂν ὑπερίδῃς ταύτης, οὐχ ὑπερόψει δικαστηρίου· κἂν ὑπερίδῃς τούτου, οὐχ ὑπερόψει δεσμωτηρίου· κἂν ἐνέγκῃς δεσμά, οὐχ ὑπερόψει προσιόντος τοῦ θανάτου. Πολλάς σε δεῖ ἡδονὰς παραδραμεῖν, καὶ πολλοῖς πόνοις ἀντιβλέψαι, ἵνα κτήσῃ κτῆμα ἡδοναΙρ πάσαις ἰσοστάσιον, καὶ πόνοις πᾶσιν ἀντίρροπον, κτῆμα χρυσοῦ τιμιώτερον, κτῆμα ὥρας βεβαιότερον, κτῆμα δόξης ἀσφαλέστερον, κτῆμα τιμῆς ἀληθέστερον, κτῆμα αὐθαί |ρετον, αὐτεπάγγελτον, κτῆμα ἀδεκάστως ἐπαινούμενον, κτῆμα, κἂν λύπην, κἂν πρᾶξιν φέρῃ, εὐφραῖνον τὸν δρῶντα κατὰ τὴν μνήμην τῆς αἰτίας.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
