# Dialexeis 6-5

Maximus of Tyre, Dialexeis, Ε΄ V (Duebn. XI vulg. 30 B 8 K 5), Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/6-5

Ἀλλʼ οὐδὲ ἐν τοῖς κατὰ τὴν τύχην εὐκτέον, καὶ πολὺ μᾶλλον ἐνταῦθα οὐκ εὐκτέον· οὐδὲ γὰρ ἀνοήτῳ δυνάστῃ διαλεκτέον, ἔνθα οὐ βούλευμα οὐδὲ κρίσις οὐδὶ ὁρμὴ σώφρων οἰκονομεῖ τὴν ἀρχήν, ἀλλὰ ὀργή, καὶ φορά, καὶ ἄλογοι ἕξεις, καὶ ἔμπληκτοι ὁρμαί, καὶ ἐπιθυμιῶν διαδοχαί. Τοιοῦτον ἡ τύχη, ἄλογον, ἔμπληκτον, ἀπροόρατον, ἀνήκοον, ἀμάντευτον, Εὐρίπου δίκην μεταρρέον, περιφερόμενον, καὶ οὐδεμιᾶς ἀνεχόμενον κυβερνήτου τέχνης. Τί ἂν οὖν τις εὔξαιτο ἀστάτῳ χρήματι, καὶ ἀνοήτῳ, καὶ ἀσταθμήτῳ, καὶ ἀμίκτῳ; Λοιπὸν δὴ μετὰ τὴν τύχην ἡ τέχνη. Καὶ τίς τέκτων εὔξεται | περὶ κάλλους ἀρότρου, τὴν τέχνην ἔχων; ἢ τίς ὑφάντης περὶ κάλλους χλανίδος, τὴν τέχνην ἔχων; ἢ τίς χαλκεὺς περὶ κάλλους ἀσπίδος, τὴν τέχνην ἔχων; ἢ τίς ἀριστεὺς περὶ εὐτολμίας, τὴν ἀνδρείαν ἔχων; ἢ τίς ἀγαθὸς περὶ εὐδαιμονίας, τὴν ἀρετὴν ἔχων;

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
