# Dialexeis 6.Subsection a-10-Subsection b

Maximus of Tyre, Dialexeis, 6.Subsection a to 6.Subsection b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/6.Subsection%20a-10

Ἐγὼ καὶ τῶν αἰσθήσεων τὴν ἰσοτιμίαν ἀφαιρῶ. Τυφλὸς ἦν Ὅμηρος, ἀλλʼ ἤκουεν τῆς Καλλιόπης· κωφὸς ἦν Ἄτυς, ἀλλʼ ἑώρα τὸν ἥλιον. Μετάθες τὰς συμφοράς· ἀκουέτω Ἄτυς μὴ ὁρῶν, βλεπέτω Ὅμηρος μὴ ἀκούων· Ἄτυῖ μὲν οὐκ ᾄσεται ἡ Καλλιόπη, Ὁμιήρου δὲ οὐκ ἀφαιρήσεις τὴν διδάσκαλον. Ἐγὼ καὶ τῶν θεῶν τὴν ἰσοτιμίαν ἀφαιρῶ· πείθομαι γὰρ Ὁμήρῳ λέγοντι· τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς· τιμῆς οὐκ ἴσης, οὐδὲ γὰρ ἀρχῆς ἴσης· οὐ γὰρ ἴση ἡ νομὴ οὐρανοῦ πρὸς θάλατταν, καὶ θαλάττης πρὸς Ἅιδην θεὸς δὲ ὅμοιος καὶ Κρόνου παῖς, καὶ Ἅιδης, καὶ Ποσειδῶν, καὶ Ζεύς· καὶ γὰρ Λύσανδρος Σπταρτιάτης, ἀλλὰ Ἀγησίλαος Ἡρακλείδης·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
