# Dialexeis 6.Subsection b-2-Subsection g

Maximus of Tyre, Dialexeis, 6.Subsection b to 6.Subsection g. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/6.Subsection%20b-2

Καὶ καλεῖται ἡ τοιαύτη ψυχὴ δαίμων ἤδη, θρέμμα αἰθέριον, μετοικισθὲν ἐκ γῆς ἐκεῖ· ὥσπερ ἐκ βαρβάρων εἰς Ἕλληνας, καὶ ἐξ ἀνόμου καὶ τυραννουμένης καὶ στασιωτικῆς πόλεως εἰς εὐνομουμένην καὶ βασιλευομένην καὶ εἰρηνικὴν πόλιν. Ἐγγύτατα γάρ μοι δοκεῖ ἔχειν τὸ γιγνόμενον Ὁμηρικῇ εἰκόνι· οἷον φασὶν ἐκείνῳ χαλκεῦσαι τὸν Ἥφαιστον ἐπὶ χρυσῆς ἀσπίδος πόλεις δύο· ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν, εἰλαπίναι τε, καὶ χοροί, καὶ παιᾶνες, καὶ δᾳδουχίαι· ἐν δὲ τῇ πόλεμοι, καὶ στάσεις, καὶ ἁρπαγαί, | καὶ μάχαι, καὶ ὀλολυγαί, καὶ οἰμωγαί, καὶ στόνοι. Τοῦτο δύναται καὶ γῆ πρὸς αἰθέρα· ὁ μὲν γὰρ εἰρηναῖόν τι χρῆμα, καὶ παιάνων μεστὸν καὶ θείων χορῶν, ἡ δὲ πολυφωνίας καὶ πολυεργίας καὶ διαφωνίας. Ἐπειδὰν γὰρ ἀπαλλαγῇ ψυχὴ ἐνθένδε ἐκεῖσε, ἀποδυσαμένη τὸ σῶμα, καὶ καταλιποῦσα αὐτὸ τῇ γῆ φθαρησόμενον τῷ αὐτοῦ χρόνῳ καὶ νόμῳ, δαίμων τʼ ἀνθρώπου, ἐποπτεύει μὲν αὕτη τὰ οἰκεῖα θεάματα καθαροῖς τοῖς ὀφθαλμοῖς, μήτε ὑπὸ σαρκῶν ἐπιπροσθουμένη, μήτε ὑπὸ χρωμάτων ἐπιταραττομένη, μήτε ὑπὸ σχημάτων παντοδαπῶν συγχεομένη, μήτε ὑπὸ ἀέρος θολεροῦ διατειχιζομένη, ἀλλὰ αὐτὸ κάλλος, αὐτοῖς ὀφθαλμοῖς ὁρῶσα καὶ γανυμένη· οἰκτείρουσα μὲν αὑτὴν τοῦ πρόσθεν βίου, μακαρίζουσα δὲ τοῦ παρόντος· οἰκτείρουσα δὲ καὶ τὰς συγγενεῖς ψυχάς, αἳ περὶ γῆν στρέφονται ἔτι, καὶ ὑπὸ ‖ φιλανθρωπίας ἐθέλουσα αὐταῖς συναγελάζεσθαι, καὶ ἐπανορθοῦν σφαλλομένας. Προστέτακται δὲ αὐτῇ ὑπὸ τοῦ θεοῦ ἐπιφοιτᾶν τὴν γῆν, καὶ ἀναμίγνυσθαι πάσῃ μὲν ἀνδρῶν φύσει, πάσῃ δὲ ἀνθρώπων τύχῃ καὶ γνώμῃ καὶ τέχνῃ· καὶ τοῖς μὲν χρηστοῖς συνεπιλαμιβάνειν, τοῖς δὲ ἀδικουμένοις τιμωρεῖν, τοῖς δὲ ἀδικοῦσιν προστιθέναι τὴν δίκην.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
