# Dialexeis 6.Subsection b-5-Subsection h

Maximus of Tyre, Dialexeis, 6.Subsection b to 6.Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/6.Subsection%20b-5

ἡ δὲ τῶν ἀνθρώπων ἀγελαιοτρόφος ἐπιστάτις, βασιλικὴ καὶ ποιμενικὴ τέχνη, οὐδεμίαν ἐξεύροι ἂν ἄλλην ὕβρεως ἀγωγὸν μηχανήν, πρὶν ἄν τις ἑκὼν εἴξας τῷ λόγῳ καὶ τὴν ψυχὴν παραδῶ ποιμαίνειν αἰδοῖ καὶ σωφροσύνῃ. Ὥσπερ γὰρ ἄλλο ἄλλῳ |ζῴῳ ἀλέξημα ἥκει παρὰ τῆς φύσεως εἰς τὸν αὑτοῦ βίον, ὑφ᾿ οὗ σώζεται, λέουσιν ἀλκή, ἐλάφοις δρόμοι, θῆραι κυσίν, καὶ τῷ μὲν διερῷ γένει αἱ νήξεις, τῷ δὲ μεταρσίῳ αἱ πτήσεις, τῷ δὲ εἰλυσπωμένῳ οἱ φωλεοί, ὡς δὲ καὶ τοῖς ἀνθρώποις, τὰ ἄλλα ἐλαττουμένοις τῶν ἀπάντων (καὶ γὰρ ἀλκὴν ἀσθενέστατοι, καὶ θεῖν βράδιστοι, καὶ ἀνίπτασθαι ἀδύνατοι, καὶ νήχειν ἀσθενεῖς, καὶ φωλεύειν ἀμήχανοι), λόγον δὲ αὐτοῖς θεὸς ἔδωκεν πρὸς τὰς ἁπάντων εὐπορίας ἀντίρροπον, ὑποβάλλων αὐτῷ τὴν ἐρωτικὴν ὄρεξιν, ὡς χαλινῷ ἵππον, ὡς τοξότῃ τόξον, ὡς οἴακι ναῦν, καὶ τεχνίτῃ ὄργανον. Ὅ τε οὖν λόγος αὐτὸς αὐτοῦ ἀμβλύτατος, ἀνέραστος ὤν· ὅ τε ἔρως αὐτὸς αὐτοῦ ἐμπληκτότατος, ἀπειθέστατος ὢν τῷ λόγῳ. Ἔστιν δὲ ἡ πειθὼ συζυγία ἔρωτος καὶ λόγου πρὸς τὸ καλὸν ὁρμωμένων, καὶ λαμπρυνομένων ἐπ᾿ αὐτὸν πολλῷ δρόμῳ. δὲ οἰόμενος ἐν τῇ σαρκῶν φύσει κατορωρύχθαι τὸ καλόν, ἡδονὴν κάλλους ἀλλάττεται, καὶ ἐξαπατᾶται ὑπ᾿ αὐτῆς· πιθανὸν γὰρ κακὸν ἡδονή, καὶ κολακείας ἀνάπλεων·||

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
