# Dialexeis 7.Subsection a-15-Subsection g

Maximus of Tyre, Dialexeis, 7.Subsection a to 7.Subsection g. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/7.Subsection%20a-15

Νῦν δὲ τοῖς ἀνθρώποις περὶ μὲν ἀτόπου λέβητος ὁ Ἀπόλλων λέγει ἑψομένου ἐν Λυδοῖς, καὶ τὸ ξύλινον τεῖχος λέγει, καὶ τὸ στένυγρον ἰσθμόν, καὶ σεισμὸν μέλλοντα, καὶ ἐπιόντα πόλεμον, καὶ κατιόντα λοιμόν· τὸν δὲ τούτων πρεσβύτερον χρησμὸν οὐ λέγει, ὅπως πόλεμος μὴ γένηται, πῶς τείχους μὴ δεηθῶ, πῶς λοιμὸν μὴ φοβηθῶ. Ἀλλʼ ὁ μὲν Ἀπόλλων ταῦτα ἐκ Δελφῶν οὐ λέγει, οὐδὲ ὁ Ζεὺς ἐκ Δωδώνης λέγει, οὐδὲ ἐξ ἄλλης γῆς ἄλλος θεός· φιλοσοφία δὲ λέγει. Ὢ χρησμοῦ καλοῦ, καὶ μαντικῆς πολυωφελεστάτης· πείσομαι τῇ χρησμῳδίᾳ, ἐὰν ὡμολογημένην ταύτην ἴδω. Ἀστασίαστόν μοι χρησμὸν λέγε· τοιαύτης δέομαι μαντικῆς, ᾗ πεισθεὶς βιώσομαι ἀσφαλῶς. Ποῖ πέμπεις τὸ τῶν ἀνθρώπων γένος; τίνας ὁδούς; ἐπὶ ποῖον τέλος; ἓν τοῦτο ἔστω, κοινὸν ἔστω. Νῦν δὲ καὶ φιλοσοφίας ὁρῶ πολλὰς ἀποικίας, ἄλλον ἀλλαχοῦ στελλόμενον· ὡς ἐπὶ Βοιωτίαν Κάδμον, ὡς Ἀρχίαν ἐπὶ Συρακούσας, ὡς Φίλανθον ἐπὶ Τάραντα, ὡς Νηρέα ἐπὶ Μίλητον, ὡς Τληπόλεμον ἐπὶ Ῥόδον. Ἢ τὴν μὲν γῆν ἀνάγκη νενεμῆσθαι τοῖς τόποις, καὶ οἰκεῖν ταύτης ἄλλους ἄλλην μοῖραν· τὸ δὲ ἀγαθὸν ἕν, ἀνέμητον, ἄφθονον, ἀνενδεές, πολυαρκὲς πάσῃ φύσει λογιστικῇ καὶ διανοητικῇ· ὡς ἥλιος εἷς ἀγαθὸν ἓν φύσεως ὁρατικῆς, καὶ μουσικὴ μία ἀγαθὸν ἓν φύσεως ἀκουστικῆς, καὶ ὑγίεια μία φύσεως σαρκίνης.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
