# Dialexeis 7.Subsection a-4-Subsection c

Maximus of Tyre, Dialexeis, 7.Subsection a to 7.Subsection c. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/7.Subsection%20a-4

Μὴ τοίνυν ἔρῃ, πότεροι κρεῖττον περὶ θεῶν διειλήφασιν, ποιηταὶ ἢ φιλόσοφοι· ἀλλὰ σπονδὰς καὶ ἐκεχειρίαν τοῖς ἐπιτηδεύμασιν ποιησάμενος, ὡς περὶ μιᾶς καὶ ὁμοφώνου τέχνης σκόπει· κἂν γὰρ ποιητὴν καλῇς, φιλόσοφον λέγεις, καὶ ἂν φιλόσοφον καλῇς, ποιητὴν λέγεις. Καὶ γὰρ ἀριστεῖς καλεῖς, ὁμοίως μὲν τὸν Ἀχιλλέα μετὰ χρυσῆς καὶ ποιητικῆς ἀσπίδος στρατευόμενον, ὁμοίως δὲ καὶ τὸν Αἴαντα, κἂν ἐκ βύρσης φέρῃ σάκος· ἀμφότερα δὲ ἀριστευτικὰ καὶ ἐκπληκτικὰ ὁμοίως ἡ ἀρετὴ ποιεῖ, καὶ οὐδὲν ἐνταῦθα ὁ χρυσὸς πρὸς τὴν βύρσαν. Εἴκαζε δὴ κἀνταῦθα τὰ μὲν μέτρα καὶ τὴν ᾠδὴν χρυσῷ, τὸν δὲ ψιλὸν λόγον ὕλῃ δημοτικῇ· σκόπει δὲ μήτε τὸν χρυσόν, μήτε τὴν βύρσαν, ἀλλὰ τὴν ἀρετὴν τοῦ χρωμένου.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
