# Dialexeis 7.Subsection a-7-Subsection h

Maximus of Tyre, Dialexeis, 7.Subsection a to 7.Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/7.Subsection%20a-7

Καὶ τοῦτο μέν σοι παῤ ἐμοῦ καὶ αὖθις λελέξεται· νῦν δὲ ἴθι αὐτὸς πρὸς αὑτὸν ἐκκαθηράμενος ταυτηνὶ τὴν δόξαν, ἵνα σοι καὶ προτέλεια γένηται ταῦτα τοῦ μέλλοντος λόγου· ὅτι θεοὶ ἀνθρώποις ἀρετὴν καὶ κακίαν ἔνειμαν, ὥσπερ ἐν σταδίῳ ἀγωνισταῖς, τὴν μὲν ἆθλον μοχθηρίας φύσεως καὶ γνώμης πονηρᾶς, τὴν | δὲ ἐπινίκιον γνώμης ἀγαθῆς καὶ φύσεως ἐρρωμένης, ὅταν κρατῶσιν καλοκαγαθίᾳ. Τούτοις καὶ τὸ θεῖον ἐθέλει ξυνίστασθαι τε καὶ συνεπιλαμβάνειν τοῦ βίου, ὑπερέχον χεῖρα καὶ κηδόμενον· τὸν μὲν φήμαις σώζει, τὸν δὲ οἰωνοῖς, τὸν δὲ ὀνείρασιν, τὸν δὲ φωναῖς, τὸν δὲ θυσίαις. Ἀσθενὴς γὰρ ἡ ἀνθρωπίνη ψυχὴ πρὸς πάντα ἐξικνεῖσθαι τοῖς λογισμοῖς, ἅτε περιβεβλημένη ἐν τῷ δευτέρῳ βίῳ πολλὴν καὶ σκοτεινὴν ἀχλύν, καὶ ἐν πολλῷ ψόφῳ καὶ θορύβῳ τῶν δεῦρο κακῶν διατρίβουσα, καὶ ταραττομένη ὑπʼ αὐτῶν. Τίς γὰρ οὕτω ταχὺς καὶ ἀσφαλὴς ὁδοιπόρων, ὡς μὴ ἐντυχεῖν βαδίζων χαράδρᾳ ἀφανεῖ, ἢ χάρακι ἀδήλῳ, ἢ κρημνῷ, ἢ τάφρῳ; τίς δὲ οὕτω κυβερνήτης ἀγαθὸς καὶ εὔστοχος, ὡς ἀπείρατος διελθεῖν κλύδωνος, καὶ ζάλης, καὶ πνευμάτων ἐμβολῆς, καὶ ἀέρος τεταραγμένου; τίς δὲ οὕτω ἰατρὸς τεχνικός, ὡς μὴ ἐπιταραχθῆναι ἀφανεῖ καὶ ἀνελπίστῳ νοσήματι, ἄλλου ἄλλοθεν ὑποφυομένου καὶ ὑποτεμνομένου τοὺς τῆς τέχνης λόγους; τίς δὲ ἀνὴρ ἀγαθός, ὡς διελθεῖν βίον ἀπταίστως καὶ ἀσφαλῶς, ὡς σῶμα νοσερόν, ὡς πλοῦν ἄδηλον, ὡς ὁδὸν διεσκαμμένην, καὶ μὴ δεηθῆναι ἐν τού ‖ τοις, κυβερνήτου καὶ ἰατροῦ καὶ χειραγωγοῦ θεοῦ;

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
