# Dialexeis 7.Subsection a-8-Subsection g

Maximus of Tyre, Dialexeis, 7.Subsection a to 7.Subsection g. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/7.Subsection%20a-8

Τῇ τοῦ ἀνθρώπου ψυχῇ δύο ὀργάνων ὄντων πρὸς σύνεσιν, τοῦ μὲν ἁπλοῦ, ὃν καλοῦμεν νοῦν, τοῦ δὲ ποικίλου καὶ πολυμεροῦς καὶ πολυτρόπου, ἃς αἰσθήσεις καλοῦμεν, συνῆπται μὲν αὐτῶν ἡ ἐργασία, κεχώρισται δὲ ἡ οὐσία· ὡς δὲ ταῦτα πρὸς ἄλληλα ἔχει, οὕτω κἀκεῖνα ὧν ἐστι ταῦτα ὄργανα· καὶ διαφέρει νοητὸν 〈καὶ〉 αἰσθητόν, ὅσον νοῦς αἰσθήσεως. Ἔστιν δὲ τούτων κατὰ μὲν τὴν ὁμιλίαν θἄτερον γνωριμώτερον, τὸ αἰσθητόν· τὰ δὲ νοητὰ ἄγνωστα μὲν ταῖς ὁμιλίαις, γνωριμώτερα δὲ τῇ φύσει· ζῷα γάρ που, καὶ φυτά, καὶ λίθοι, καὶ φωναί, καὶ θυμοί, καὶ ὁρμαί, καὶ σχήματα, καὶ χροιαί, ὑπὸ τοῦ ἔθους ξυναγειρόμενα, καὶ τῇ καθʼ ἡμέραν διαίτῃ ἀνακιρναμένῃ παρεσκεύακεν τὴν | ψυχὴν καὶ ἀναπέπεικεν, μηδὲν ἄλλο ἡγεῖσθαι εἶναι, ὅτι μὴ ταῦτα· τὸ δὲ νοητόν, ἀπηλλαγμένον τῆς τούτων ἐπαφῆς καὶ ἐπερείσεως αὐτὸ καθʼ ἑαυτὸ ὁρᾶσθαι πέφυκεν ὑπὸ τούτου· ὁ δὲ τῇ πάσῃ ψυχῇ ἐμπεφυτευμένος διασπᾶται ὑπὸ τῶν αἰσθήσεων, καὶ ταράττεται, καὶ ἀσχολίαν ἄγει, ὥστε μὴ διορᾶν τὰ αὑτοῦ θεάματα, ἤδη δὲ καὶ δημαγωγηθεὶς ἀναπείθεται, ὥστε συμφθέγγεσθαι ταῖς τῶν αἰσθήσεων φωναῖς, καὶ μηδὲν ἡγεῖσθαι ἄλλο εἶναι παρὰ τὰ ὁρατὰ καὶ ἀκουστὰ καὶ ὀσφραντὰ καὶ γευστὰ καὶ ἁπτά. Ὥσπερ οὖν ἐν συμποσίῳ μεστῷ κνίσσης πολλῆς, καὶ οἴνου χεομένου, καὶ αὐλῶν ἤχου, καὶ συρίγγων, καὶ ψαλμάτων, καὶ θυμιαμάτων, ἀνδρὸς ἂν εἴη καρτεροῦ συναγείραντος καὶ συστείλαντος καὶ τὰς αἰσθήσεις ἀποστρέφοντος, νηφάλιον καὶ κόσμιον· οὕτως ἀμέλει καὶ ἐν τῇ τῶν αἰσθήσεων πολυφωνίᾳ χαλεπὸν εὑρεῖν νήφοντα νοῦν, καὶ δυνάμενον προσβλέπειν τοῖς αὑτοῦ θεάμασιν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
