# Dialexeis 7.Subsection b-2-Subsection e

Maximus of Tyre, Dialexeis, 7.Subsection b to 7.Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/7.Subsection%20b-2

Εἰ δὲ θανάτου μὲν ἤδη τὶς καὶ ἐν πολέμῳ κατεφρόνησεν, καὶ κυβερνήτης ἐν θαλάττῃ, ὀρέγονται δὲ ἕκαστοι τῶν ἐν ταῖς τέχναις ἀποθνήσκειν καλῶς σὺν τῇ τέχνῃ· ἦπου τὸν φιλόσοφον ἔδει λιποτάκτην γενέσθαι καὶ λιπόνεων καὶ φιλόψυχον, ῥίψαντα τὴν ἀρετὴν ὡς ἐν πολέμῳ ἀσπίδα. Καὶ ταῦτα δρῶντα τίς ἂν αὐτὸν δικαστὴς ἐπῄνεσεν; ἢ τίς ἂν ἠνέσχετο τὸν Σωκράτην ἑστῶτα ἐν δικαστηρίῳ ταπεινὸν καὶ ἐπτηχότα, καὶ τὴν ἐλπίδα τοῦ ζῆν ἐρανιζόμενον παῤ ἄλλων; τοῦτο γάρ που τῆς ἀπολογίας τὸ σχῆμα ἦν. λέγειν ἐχρῆν, ταπεινὸν δὲ οὐδέν, οὔτε ἐπτηχός, οὔτε ὑφειμένον, ἀλλʼ ἐλεύθερόν τι καὶ ἄξιον φιλοσοφίας; οὐκ ἀπολογίαν μοι λέγεις, ἀλλʼ ὀργῆς ζωπύρωσιν καὶ φλεγμονήν. Πῶς γὰρ ἂν ἤνεγκεν τοιαύτην ἀπολογίαν δικαστήριον πονηρὸν καὶ δημοκρατικόν, καὶ ἐκδεδιῃτημένον ὑπʼ ἐξουσίας, καὶ ἀνήκοον παρρησίας, καὶ κολακείᾳ διηνεκεῖ κεχρημένον; οὐ μᾶλλον ἢ ἀκόλαστον συμπόσιον νήφοντα ἄνδρα ἀφαιρούμενον μὲν τὸν κρατῆρα, ἀπάγοντα δὲ τὴν αὐλητρίδα, καθαιροῦντα δὲ τοὺς στεφάνους, παύοντα δὲ τὴν μέθην. Τοιγαροῦν ἐσίωπησεν ὁ Σωκράτης ἀσφαλῶς, ὅπου λέγειν οὐκ ἐξῆν καλῶς, φυλάξας μὲν τὴν ἀρετήν, φυλαξάμενος δὲ τὴν ὀργήν, καὶ παρασχὼν τοὔνειδος αὐτοῖς πικρόν, ὅτι καὶ σιωπῶντος αὐτοῦ κατεδίκασαν.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
