# Dialexeis 7.Subsection b-Subsection i

Maximus of Tyre, Dialexeis, 7.Subsection b to 7.Subsection i. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/7.Subsection%20b

Ἀνὴρ φιλοθρέμμων ὄρνιθας εἶχεν τῶν ἡδὺ μὲν φθεγγομένων τὸ ὄρθριον δὴ τοῦτο ||, ἄσημον δὲ, καὶ οἷον ὄρνιθας εἰκός. Ἦν αὐτῷ γείτων αὐλητικός· ἀκροώμενοι δὲ οἱ ὄρνιθες διαμελετωμένου τοῦ αὐλητοῦ, καὶ ἀντάδοντες αὐτῷ ὁσημέραι, ἐτυπώθησαν τῇ ἀκοῇ πρὸς τὰ αὐλήματα, καὶ τελευτῶντες ἀρξαμένου αὐλεῖν συνεπήχουν πρὸς τὸ ἐνδόσιμον, δίκην χοροῦ· ἄνθρωποι δὲ ὄντες οὐδὲ κατὰ ὄρνιθας ξυνάσονται ἡμῖν, ἀκούοντες θαμὰ οὐκ ἀσήμων αὐλημάτων, ἀλλὰ νοερῶν λόγων καὶ διηρθρωμένων καὶ γονίμων καὶ πρὸς μίμησιν εὖ πεφυκότων; Ὥστε ἔγωγε τέως καὶ πρὸς ἅπαντας ὑπὲρ τῶν ἡμετέρων σιγὴν ἔχων καὶ μηδὲν σεμνὸν μηδὲ ὑπέραυχον μήτε ἰδίᾳ μήτε εἰς κοινὸν εἰπεῖν, νῦν μοι δοκῶ ὑμῶν εἵνεκεν γαυρότατα ἄν καὶ μεγαλαυχότατα εἰπεῖν. Παρελήλυθεν εἰς ὑμᾶς, ὦ νέοι, παρασκευὴ λόγων αὕτη πολύχους καὶ πολυμερὴς καὶ πάμφορος, καὶ ἐπὶ πάσας ἐξικνουμένη ἀκοὰς καὶ πάσας φύσεις, καὶ πάσας ζηλώσεις λόγων, καὶ πάσας παιδευμάτων ἰδέας, ἀταμίευτος καὶ ἄμισθος καὶ ἀπροφάσιστος καὶ ἄφοθονος, ἐν μέσῳ κειμένη τοῖς δυναμένοις λαβεῖν. Εἴτέ τις ῥητορείας ἐρᾷ, οὗτος αὐτῷ δρόμος λόγου πρόχειρος καὶ πολυαρκὴς καὶ εὔπορος, καὶ ὑψηλός, καὶ ἐκπληκτικός, καὶ ἄρρατος, καὶ ἰσχυρός, καὶ ἄκμητος· εἴτέ τις ποιητικῆς ἐρᾷ, ἡκέτω πορισάμενος ἄλλοθεν τὰ μέτρα μόνον, τὴν δὲ ἄλλην χορηγίαν λαμβανέτω ἐντεῦθεν ἔκπλεων ποιητικῆς, τὸ σοβαρόν, τὸ ἐπιφανές, τὸ λαμπρόν, τὸ γόνιμον, τὸ ἔνθεον, τὴν οἰκονομίαν, τὴν |δραματουργίαν, τὸ κατὰ τὰς φωνὰς ἀταμίευτον, τὸ κατὰ τὴν ἁρμονίαν ἄπταιστον· ἀλλὰ πολιτικῆς καὶ τῆς περὶ δήμους καὶ βουλευτήρια παρασκευῆς ἥκεις ἐνδεὴς ὤν; σὺ μὲν καὶ πεφώρακας τὸ ἔργον, ὁρᾷς τὸν δῆμον, ὁρᾷς τὸ βουλευτήριον, τὸν λέγοντα, τὴν πειθώ, τὸ κράτος. Ἀλλὰ τούτων μέν τις ὑπερορᾷ, φιλοσοφίαν δὲ ἀσπάζεται καὶ ἀλήθειαν τιμᾷ; ἐνταῦθα .ὑφαιρῶ, τῆς μεγαλαυχίας ὑφίεμαι, οὐχ ὁ αὐτός εἰμι· μέγα τὸ χρῆμα καὶ δεόμενον προστάτου οὐ δημοτικοῦ, μὰ Δία, οὐδὲ ἐρχομένου χαμαί, οὐδὲ ἀνακεκραμένου τῷ τῶν πολλῶν τρόπῳ.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
