# Dialexeis 7.Subsection c-Subsection h

Maximus of Tyre, Dialexeis, 7.Subsection c to 7.Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/7.Subsection%20c

Νίκην αἰτεῖς; ἣν δύνασαι λαβεῖν ἐν πολέμῳ μὲν παρὰ μισθοφόρου, ἐν δικαστηρίῳ δὲ παρὰ συκοφάντου. Ἐμπορίαν αἰτεῖς; ἣν δίδωσιν ναῦς καὶ θάλαττα καὶ πνευμάτων φορά· ἀγορὰ πρόκειται· ὤνιον τὸ χρῆμα. Τί τοῖς θεοῖς ἐνοχλεῖς; μηδὲν τὸ παρὰ τὴν ἀξίαν φοβηθῇς· καὶ πλουτήσεις, κἂν Ἱππόνικος ἦς· νικήσεις, κἂν Κλέων ᾖς· αἱρήσεις, κἂν Μέλητος ᾖς. Ἐὰν δὲ εἰς τὰς πρὸς τοὺς θεοὺς παρέλθῃς εὐχάς, εἰς δικαστήριον παρελήλυθας ἀκριβὲς καὶ ἀπαραίτητον· οὐδεὶς ἀνέξεταί σου θεὸς εὐχομένου τὰ μὴ εὐκτά, οὐδὲ δώσει τὰ μὴ σοὶ δοτά. Ἐξεταστὴς καὶ λογιστὴς ἐφέστηκεν ταῖς ἑκάστου εὐχαῖς πικρός, εὐθύνων τῷ τοῦ συμφέροντος μέτρῳ τὰ σά· οὐδὲ αὐτὸν μεταχειριῇ ἀναβιβασάμενος | ὥσπερ εἰς δικαστήριον τὰς ὀρέξεις τὰς σὰς ἐλεεινὰ φθεγγομένας, Ὁἴκτειρονʼ βοώσας, πολλὴν τὴν κόνιν καταχεομένας τῆς κεφαλῆς, εἰ δὲ οὕτω τύχοι, καὶ ὀνειδιζούσας τῷ θεῷ, εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα. Ἀλλʼ ὁ θεὸς λέγει, Ἐπὶ ἀγαθῷ αἰτεῖς; λάμβανε, εἰ i ἄξιος ὢν αἰτεῖς· ταῦτα ἔχοντί σοι οὐδὲν εὐχῆς δεῖ, λήψῃ καὶ σιωπῶν. ||

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
