# Dialexeis 8-6

Maximus of Tyre, Dialexeis, ΙΒ΄ XII (Duebn. XVIII volg. 2 B 15), Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/8-6

Ὢ δίκης ἀφανοῦς καὶ πλανωμένης. Διὰ τοῦτο ὁ Σωκράτης οὐκ Ἀριστοφάνει ὠργίζετο, οὐ Μελήτῳ ἐχαλέπαινεν, οὐκ Ἄνυτον ἐτιμωρεῖτο, ἀλλὰ ἐβόα μέγα· Ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὐ δύνανται· οὐ γὰρ θέμις ἀγαθῷ ἀνδρὶ ὑπὸ πονηροῦ βλαβῆναι. Αὕτη φωνὴ δίκης, ἣν εἴπερ ἅπαντες ταύτην ἐφθέγγοντο, οὐκ ἂν ἦσαν αἱ τραγῳδίαι, οὐδὲ τὰ ἐπὶ τῇ σκηνῇ δράματα, οὐδὲ πολλαὶ καὶ παντοδαπαὶ συμφοραί. Ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ σώματος νοσημάτων χαλεπὰ τὰ ἑρπηστικά, καὶ δεῖ τοῦ τῆς ἐπικουρίας στασίμου, ἵνα τὸ περιλειφθὲν σωθῇ· οὕτως ἐπειδὰν ἐμπέσῃ οἴκῳ ἢ πόλει ἀδικίας ἀρχή, στῆναι δεῖ τὸ κακόν, εἰ μέλλει τὸ περιλειφθὲν σωθήσεσθαι. Τοῦτο Πελοπίδας ἐξv τοῦτο Ἡρακλείδας ἠφάνισεν, τοῦτο τὴν Κάδμου οἰκίαν, τοῦτο Πέρσας ἀπώλεσεν, τοῦτο Μακεδόνας, τοῦτο Ἕλληνας.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
