# Dialexeis 8-8

Maximus of Tyre, Dialexeis, ΙΔ΄ XIV (Duebn. XX vulg. 4 B 17), Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/8-8

Ἄν δὲ ἐπὶ τὰς μοναρχίας ἔλθῃς, κολακεύει καὶ Ξέρξην Μαρδόνιος, βάρβαρος βάρβαρον, ἀνόητος ἀνόητον, δειλὸς οἰκέτης δεσπότην τρυφῶντα· τὰ δὲ τῆς κολακείας τέλη, ἀνίσταται ἡ Ἀσία, μαστιγοῦται ἡ θάλαττα, Ἑλλήσποντος ζεύγνυται, Ἄθως ὀρύττεται· τέλος δὲ τῆς σπουδῆς ἧττα, καὶ φυγή, καὶ θάνατος αὐτοῦ κόλακος. Κολακεύουσιν καὶ Ἀλέξανδρον Μακεδόνες· τῆς δὲ κολακείας τὰ ἔργα ἀναξυρίδες Περσικαί, καὶ προσκυνήσεις βαρβαρικαί, καὶ λήθη τοῦ Ἡρακλέως, καὶ τοῦ Φιλίππου, καὶ τῆς Ἀργεάδων ἑστίας. Τὰς δὲ τυραννίδας τί χρὴ λέγειν; ὅπου γὰρ δέος καὶ ἐξουσία δεσποτικὸν τὸ ἀρχόμενον ἄγχει, ἀνάγκη δεῦρο κολακείαν μὲν ἀνθεῖν, φιλίαν δὲ κατορωρύχθαι. Ἔστιν καὶ ἐν ἐπιτηδεύμασιν καὶ τέχναις κολακείας ἰδεῖν, ὁμοίους μὲν ταῖς τέχναις κατὰ τὸ σχῆμα, ἀνομοίους δὲ κατὰ τὰ ἔργα. Ἐκολάκευσεν ἀνθρώπους |καὶ μουσικὴ νόθος, ὅτε Δωριεῖς τὴν πάτριον ἐκείνην καὶ ὄρειον μουσικὴν καταλιπόντες (ἦσαν ἐπʼ ἀγέλαις καὶ ποίμναις ἦχοι), Ἰωνικῶν αὐλημάτων καὶ ὀρχημάτων ἐρασταὶ γενόμενοι, ἐνόθευσαν ὁμοῦ τῇ μουσικῇ καὶ τὴν ἀρετήν. Ἐκολάκευσεν ἀνθρώπους καὶ ἰατρικὴ νόθος, ὅτε τὴν Ἀσκληπιοῦ καὶ τὴν Ἀσκληπιαδῶν ἴασιν καταλιπόντες ρὰν κόλακα πονηρῶν σωμάτων. Κολακεύει καὶ συκοφάντης ῥήτορα, λόγον λόγῳ ἐπανιστάς, καὶ ἐπιτειχίζων τὸ ἄδικον τῷ δικαίῳ, καὶ τὸ αἰσχρὸν τῷ καλῷ. Κολακεύει καὶ σοφιστὴς φιλόσοφον· οὗτος μὲν κολάκων ἀκριβέστατος.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
