# Dialexeis 8.Subsection a-6-Subsection f

Maximus of Tyre, Dialexeis, 8.Subsection a to 8.Subsection f. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/8.Subsection%20a-6

Εὕροις δʼ ἂν καὶ ἄλλας παῤ Ὁμήρῳ ἀρχὰς καὶ γενέσεις παντοδαπῶν ὀνομάτων, ὧν ὁ μὲν ἀνόητος ὡς μύθων ἀκούει, ὁ δὲ φιλόσοφος ὡς πραγμάτων. Ἔστιν αὐτῷ καὶ ἀρετῆς ἀρχή· ἀλλὰ Ἀθηνᾶ λέγεται, καὶ τῷ ἔχοντι παρίσταται ἐν πάντεσσι πόνοισιν. Ἔστι καὶ ἔρωτος· ἀλλὰ τὴν αἰτίαν ἡ Ἀφροδίτη ἔχει, καὶ τοῦ κεστοῦ κρατεῖ, καὶ μεταδίδωσιν τοῦ πόθου. Ἔστιν καὶ τέχνης· ἀλλʼ ὁ Ἥφαιστος τὴν αἰτίαν ἔχει, καὶ τοῦ πυρὸς κρατεῖ, καὶ μεταδίδωσι τῆς τέχνης. Ἄρχει δὲ αὐτῷ καὶ Ἀπόλλων χοροῦ, καὶ Μοῦσαι ᾠδῆς, καὶ Ἄρης πολέμου, καὶ Αἴολος πνευμάτων, καὶ Ὠκεανὸς ποταμῶν, καὶ Δημήτηρ καρπῶν· καὶ οὐδὲν μέρος Ὁμήρῳ ἄθεον, οὐδὲ δυνάστου ἄπορον, οὐδὲ ἀρχῆς ἔρημον, ἀλλὰ πάντα μεστὰ θείων λόγων, καὶ θείων ὀνομάτων, καὶ θείας τέχνης.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
