# Dialexeis 8.Subsection b-2-Subsection e

Maximus of Tyre, Dialexeis, 8.Subsection b to 8.Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/8.Subsection%20b-2

ἦ γὰρ ἂν γέλωτα ὄφλοι τὰ σοφὰ ταῦτα τοῖς νῦν τακτικοῖς καὶ ἰατροῖς καὶ ἡνιόχοις· τὰ δὲ τοῦ ἔρωτος πάντα ἑξῆς δίεισιν, καὶ ἔργα, καὶ ἡλικίας, καὶ εἴδη, καὶ πάθη, τὰ καλά, τὰ αἰσχρά, τὸν σώφρονα ἔρωτα, τὸν ἀκόλαστον, τὸν δίκαιον, τὸν ὑβριστήν, τὸν ἐπιμανῆ, τὸν || πρᾶον· καὶ ἔστὶν ἐν τοιούτοις οὐκέτι ἀρχαῖος, ἀλλὰ τεχνίτης δεινῶς, (Ε 304) οἷοι νῦν βροτοί εἰσιν. Αὐτίκα ἐν πρώτῳ λόγῳ ἐπὶ αἰχμαλώτῳ ἐρασταὶ δύο, ὁ μὲν θρασὺς καὶ ἐπιμανής, ὁ δὲ ἥμερος καὶ ἐμπαθής· ὁ μὲν ἀποφλογοῦται τὰ ὄμματα, καὶ λοιδορεῖται πᾶσιν καὶ ἀπειλεῖ· ὁ δὲ ἀναχωρεῖ ἐφʼ ἡσυχίας, καὶ δακρύει κείμενος, καὶ ἀλύει, καὶ ἀπελεύσεσθαι φησίν, καὶ οὐκ ἄπεισιν. Ἄλλη εἰκὼν ἀκολάστου ἔρωτος· τοιοῦτος αὐτῷ ὁ Ἀλέξανδρος, οἷος ἐκ μάχης ἐπανεῖναι εἰς τὸν θάλαμον καὶ ἀεὶ μοιχῷ ἐοικέναι. Ἔστιν αὐτῷ καὶ δίκαιος ἔρως παῤ ἀμφοῖν ἴσος οἷον τῆς Ἀνδρομάχης καὶ τοῦ Ἕκτορος· ἡ μὲν πατέρα καὶ ἀδελφὸν καλεῖ τὸν ἄνδρα καὶ ἐραστήν, καὶ πάντα δὴ τὰ φίλτατα ὀνόματα· ὁ δὲ οὔτε μητρὸς τοσουτονὶ αὐτῷ μέλειν, ὅσον ἐκείνης, λέγει.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
