# Dialexeis 8.Subsection b-Subsection i

Maximus of Tyre, Dialexeis, 8.Subsection b to 8.Subsection i. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/8.Subsection%20b

Τῶν ὄντων τοίνυν τὰ || μὲν ἄψυχα, τὰ δὲ ἔμψυχα· καὶ τὰ μὲν ἄψυχα, λίθοι καὶ ξύλα καὶ ὅσα τοιαῦτα· τὰ δὲ ἔμψυχα, φυτὰ καὶ ζῷα· κρεῖττον δʼ ἔμψυχον, ἀψύχου· Τοῦ δʼ ἐμψύχου τὸ μὲν φυτικόν, τὸ δὲ αἰσθητικόν· τὸ αἰσθητικὸν τοῦ φυτικοῦ κρεῖττον· Τοῦ δὲ αἰσθητικοῦ τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον· κρεῖττον δὲ τὸ λογικὸν τοῦ ἀλόγου. Ἀλλὰ καὶ ἐν λογικῇ ψυχῇ, ἐπειδήπερ ἐστὶν ἡ πᾶσα ὥσπερ ἄθροισμά τι, θρεπτικόν, αἰσθητικόν, κινητικόν, παθητικόν, νοητικόν. Ὃν οὖν ἔχει λόγον τὸ ἄψυχον πρὸς τὸ ἔμψυχον, τοῦτον ἔχει καὶ ἡ ἔννους ψυχὴ αὐτὸ τοῦτο πρὸς τὴν ὅλην ψυχήν· καὶ δηλαδὴ ὡς κρεῖττον ἡ ἔννους ψυχὴ τῆς ἐξ ἁπάντων τούτων ἠθροισμένης· Ποῦ τοίνυν τούτων τὸν θεὸν τάττωμεν; πότερα ἐν τῷ ἀθροίσματι; ἀλλὰ εὐφημεῖν ἄξιον. Λίπεται δὴ ὥσπερ εἰς ἀκρόπολιν ἀναβιβασαμένους τῷ λόγῳ τὸν θεὸν ἱδρῦσαι κατὰ τὸν νοῦν αὖ τὸν ἀρχηγικώτατον ἀλλὰ καὶ ἐνταῦθα διφυῆ ὁρῶ· τοῦ γὰρ νοῦ ὁ μὲν νοεῖν πέφυκεν, καὶ μὴ νοῶν· ὁ δέ, καὶ πέφυκεν, ἀλλὰ καὶ οὗτος οὔπω τέλειος, ἂν μὴ προσθῇς αὐτῷ τὸ καὶ νοεῖν ἀεί, καὶ πάντα νοεῖν, καὶ μὴ ἄλλοτε ἄλλα· ὥστε εἴη ἂν ἐντελέστατος, ὁ νοῶν ἀεί, καὶ πάντα, καὶ ἅμα.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
