# Dialexeis 8.Subsection c-Subsection h

Maximus of Tyre, Dialexeis, 8.Subsection c to 8.Subsection h. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/8.Subsection%20c

ὁ δέ, ἐπειδὰν ἐντύχῃ, καὶ γνωρίσῃ καὶ ἴχνος αὐγῶν φανέν ὥσπερ ὁ Ὀδυσσεὺς ἀποθρώσκοντα καπνόν, σκιρτᾶ καὶ φλογοῦται καὶ φαιδρύνεται καὶ ἐρᾷ. Τοῦ δὲ κάλλους τούτου ἔλθοι μὲν ἄν τις μοῖρα καὶ ἐπὶ ποταμὸν εὐροώτατον, καὶ ἐπὶ φυτὸν εὐβλαστότατον, καὶ ἐπὶ ἵππον γενναιότατον, ἀλλ᾿ ὅ, τι περ κάλλους ἀργότατον καὶ ἀμβλύτατον· εἰ δέ τις ἐστὶν αὐτοῦ ἐπιφοιτῶσα τὴν γῆν, ἴδοις ἂν ταύτην οὐκ ἄλλοθι, ἢ ἐν ἀνθρώπῳ, τῷ καλλίστῳ καὶ | νοερωτάτῳ γηΐνων σωμάκαὶ τῷ ψυχῆς μεμοιραμένῳ συγγενοῦς αὐτῷ τῷ καλῷ. Καὶ διὰ τοῦτο νοῦν ἔχων, ἄγαλμα μὲν ἰδών, ἐπαινεῖ τὴν τέχνην, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ ἀγάλματος· καὶ φυτὸν ἰδών, ἐπαινεῖ τοῦ καρποῦ, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ φυτοῦ· καὶ ποταμὸν ἐπαινεῖ τῆς πραότητος, ἀλλ᾿ οὐκ ἐρᾷ τοῦ ποταμοῦ· ἐν δὲ ἀνθρώπῳ ἐπειδὰν ἴδῃ κάλλος ἔμπνουν καὶ νοερὸν καὶ ἀρετὴν προοιμιαζόμενον, καὶ τὴν μνήμην ἐγείρει, καὶ ἐρᾷ νέου, φασὶ μὲν τοῦ ὁρωμένου, τὸ δὲ ἀληθὲς ἐρᾷ κάλλους ἀληθεστέρου. Διὰ ταῦτα καὶ Σωκράτης ἐώρα τὰ καλὰ τῶν σωμάτων, καὶ ταχέως ἔβλεπεν, καὶ πάντα ἔβλεπεν· οὐκ ἐλάνθανεν δὲ αὐτὸν κάλλος, οὐκ ἐν παλαίστρᾳ καταδεδυκός, οὐκ ἐν Ἀκαδημίᾳ πλανώμενον, οὐκ ἐν συμποσίοις εὐωχούμενον· ἀλλ᾿ οἷα θηρευτὴς δεινός, διὰ σωμάτων ἀνθρωπίνων διετέλει μεμνημένος κάλλους ἀληθινοῦ.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
