# Dialexeis 8.Subsection d

Maximus of Tyre, Dialexeis, ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/8.Subsection%20d

Κἰ δὲ καὶ χωρὶς ἡδονῆς ἐρᾷς, καὶ ψυχῆς μόνης, καὶ σώματος οὐκ ἐρᾷς, ἐράσθητι Θεαιτήτου· ἀλλʼ οὐκ ἐρᾷς, σιμὸς γὰρ ἦν· ἐράσθητι Χαιρεφῶντος· ἀλλʼ οὐκ ἐρᾷς, ὠχρὸς γὰρ ἦν· ἐράσθητι Ἀριστοδήμου· ἀλλʼ οὐκ ἐρᾷς, αἰσχρὸς γὰρ ἦν. Ἀλλὰ ||e τίνων ἐρᾷς; εἴ που τὶς εὐκόμης, εἴ που τὶς ὡραῖος, εἴ που ἁβρός, εἴ που καλός. Καὶ πιστεύω μὲν τῇ ἀρετῇ, ὅτι δικαίως ἐρᾷς, οὐκ ἀπιστῶ δὲ τῇ ψυχῇ, ὅτι διʼ ἡδονὴν ἐρᾶς· οὐδὲ γὰρ σώματι ἀπιστῶ ὑπὸ πυρὸς θερμαινομένῳ, οὐδὲ ὀφθαλμοῖς ὑπὸ ἡλίῳ φωτιζομένοις, οὐδὲ ἀκοαῖς ὑπὸ αὐλῶν γανυμέναις, οὐδὲ Ἡσιόδῳ ὑπὸ Μουσῶν διδασκομένῳ, οὐδὲ Ὁμήρῳ ὑπὸ Καλλιόπης λιγαινομένῳ, οὐ Πλάτωνι ὑπὸ Ὁμήρου μεγαλυνομένῳ· πάντα ταῦτα ὑφʼ ἡδονῆς ἕλκεται, καὶ ὀφθαλμοί, καὶ ἀκοαί, καὶ σώματα, καὶ λόγοι.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
