# Dialexeis 8.Subsection f

Maximus of Tyre, Dialexeis, Η΄ VIII (Duebn. XIV vulg. 26 B 11 Κ 8), Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/8.Subsection%20f

Πολλὴ δὲ ἡ δαιμόνων ἀγέλη· τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ, ἀθάνατοι, Ζηνὸς πρόπολοι· οἱ μὲν ἰατροὶ νοσημάτων, οἱ δὲ τῶν ἀπόρων σύμβουλοι, οἱ δὲ τῶν ἀφανῶν ἄγγελοι, οἱ δὲ τέχνης συνεργάται, οἱ δὲ ὁδοῦ συνέμποροι· σἱ μὲν ἀστικοί, οἱ δὲ ἀγροικικοί, οἱ δὲ | θαλάττιοι, οἱ δὲ ἠπειρωτικοί· εἴληχεν δὲ ἄλλος ἄλλην ἑστίαν σώματος, ὁ μὲν Σωκράτην, ὁ δὲ Πλάτωνα, ὁ δὲ Πυθαγόραν, ὁ δὲ Ζήνωνα, ὁ δὲ Διογένην· ὁ μὲν φοβερός, ὁ δὲ φιλάνθρωπος, ὁ δὲ πολιτικός, ὁ δὲ τακτικός· ὅσαι φύσεις ἀνδρῶν, τοσαῦται καὶ δαιμόνων· (ρ 485/6) καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
