# Dialexeis 9-4

Maximus of Tyre, Dialexeis, κς΄ XXVI (Duebn XXXII vulg. 16), Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/9-4

Ἄρχοντες αὐτουργοί, προβουλευόμενοι· ἀριστεῖς ἀγαθοί, προπολεμοῦντες· γυνὴ σώφρων, ἀντιταττομένη ὑβρισταῖς νεανίαις· βασιλεὺς δίκαιος, ξενοδοχῶν ἀλήτην ξένον· ἀνὴρ σώφρων, παντοίαις συμφοραῖς ἀντιτεχνώμενος. Δείξω δέ σοι καὶ πολιτείας ἄλλας ἀντιτεταγμένας· δημιουργεῖ δὲ αὐτάς Ὅμηρος μὲν λόγῳ, Ἥφαιστος δὲ χρυσῷ· ἐν τῇ μέν ῥα γάμοι τὲ καὶ ᾠδή, καὶ χοροί, καὶ δικάζοντες βασιλεῖς, καὶ ἑπόμενοι λαοί· τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύο στρατοὶ εἵατο λαῶν. Κἂν ἀπιστῇς τῷ πράγματι, οὐκ ἀπορήσεις λόγων ἀληθεστέρων. Αὗται σοι νησιωτικαὶ πόλεις, ἡ μὲν Φαιάκων, ἡ δὲ Ἰθακησίων· τῶν μὲν ἄρχει αἰδώς, τῶν δὲ ὕβρις· τῶν μὲν βασιλεῖς ἔννομοι, τῶν δὲ ἄδικοι μνηστῆρες· οἱ μὲν τὸν βασιλέα ἐρχόμενον θεὸν ὡς εἰσορόωσιν, οἱ δὲ τοῦ βασιλέως ἐπιβουλεύουσιν τῷ γάμῳ· τέλος δὲ ἑκατέροις, τοῖς μὲν εὐφροσύνη διηνεκής, καὶ βίος ἄλυπος, καὶ ὑποδοχὴ ξένων, καὶ θαλάττης στόλοι, καὶ γῆς καρποί· τοῖς δὲ ἑτέροις ὄλεθρος ἀθρόος ἐν αὐταῖς ταῖς ἡδοναῖς. Τοῦτο τέλος μοχθηρίας ὑβριζούσης, | τοῦτο τέλος ἀνεπιτιμήτου ἐξουσίας. Αὐτόν γε μὴν τὸν Ὀδύσεα οὐχ ὁρᾷς, ὡς παντοίαις συμφοραῖς ἀντιτεχνώμενον ἀρετὴ σώζει καὶ τὸ διʼ ἐκείνην θάρσος; Τοῦτο αὐτῷ τὸ ἐν Κίρκης μῶλυ, τοῦτο τὸ ἐν θαλάττῃ κρήδεμνον· τοῦτο τῶν Πολυφήμου χειρῶν τὸν ἄνδρα ἐξάγει, τοῦτο ἐξ Αἴδου ἀνάγει, τοῦτο πήγνυσιν σχεδίαν, τοῦτο πείθει Ἀλκίνουν, τοῦτο ἀνέχεται βαλλόντων μνηστήρων, Ἴρου παλαίοντος, Μελανθίου ὑβρίζοντος, τοῦτο ἐλευθεροῖ τὴν ἑστίαν, τοῦτο τιμωρεῖται γάμῳ, τοῦτο ἄνδρα ποιεῖ διογενῆ καὶ θεοῖς εἴκελον, οἷον ἀξιοῖ Πλάτων εἶναι τὸν εὐδαίμονα.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
