# Dialexeis 9-5

Maximus of Tyre, Dialexeis, ΚΖ΄ XXVII (Duebn. XXXIII vulg. 17), Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/9-5

Εἰ δʼ οἱ μὲν λόγοι σαφεῖς καὶ πρόχειροι, καὶ μεστὰ πάντα διδασκάλων καὶ μαθημάτων, ἀντιτυπεῖ δὲ ἔν δοθεν ταῖς τῶν λόγων ὁδοῖς παθήματα χαλεπὰ καὶ ἄγρια, καὶ ἐθισμοὶ φαῦλοι, καὶ ἀσκήσεις ἄδικοι, καὶ ἐπιθυμίαι ἀλλόκοτοι, καὶ τροφαὶ πονηροί, ἐνθυμητέον, ὅτι ‘φύσεως δεῖ πρῶτον χρηστῆς, ὥσπερ κρηπῖδος ἀνισταμένῳ τειχίῳ· καὶ μετὰ τοῦτο τροφῆς καὶ ἔθους πρὸς σωτηρίαν τῆς φύσεως· ὑφʼ ὧν φιλία τῇ ψυχῇ ἐγγίγνεται πρὸς τὰ καλὰ πάντα, συντρεφομένη τοῖς χρόνοις, καὶ συνθέουσα ταῖς ἡλικίαις· ἐπὶ δὲ τούτοις προσελθεῖν δεῖ τέχνην ἐπισφραγιζομένην βεβαιότητι τὰ τῶν παθῶν μέτρα.ʼ Οὕτω γίγνεται εὐδαίμων ψυχή, καὶ βίος ὑγιής, καὶ δόξαι ὀρθαί, ὑπὸ ἁρμονίας καὶ κράσεως συνταττόμεναι Ταῦτα νομοθετεῖ θεός, ταῦτα ἀποφαίνει ἄνδρα ἀγαθόν· ἀγωγὴ παθῶν ὑπὸ τοῦ λόγου, καὶ πειθαρχία πρὸς ἐπιστήμην ἑκούσιος· μοχθηρία δὲ χρῆμα ἀκούσιον, ὑφʼ ἡδονῆς ἑλκόμενον.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
