# Dialexeis 9-6

Maximus of Tyre, Dialexeis, ΛΔ΄ XXXIV (Duebn vulg 35 B 2), Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/9-6

Φέρε τοὺς ἀγωνιστὰς παρακαλῶμεν ἐπὶ τὸ στάδιον. Ἔχε, τίνες μὲν Ἀθηνῶν; Σωκράτης ἀγωνιούμενος πρὸς Μέλητον,καὶ πρὸς τὰ δεσμὰ καὶ τὸ φάρμακον. Ἐκ δὲ Ἀκαδημίας Πλάτων ἀγωνιούμενος πρὸς τυράννου ὀργήν, καὶ θάλατταν πολλήν, καὶ κινδύνους μεγάλους. hκέτω καὶ ἄλλος ἀγωνιστὴς Ἀττικός, ἀγωνιούμενος πρὸς Τσσαφέρνην ἐπιορκοῦντα, καὶ Ἀριαῖον ἐπιβουλεύοντα, καὶ Μένωνα προδιδόντα, καὶ βασιλέα ἐπιτιθέμενον. Καὶ δεῖ μοι καὶ τὸν ἐκ τοῦ Πόντου ἀθλητὴν ἀγωνίζεσθαι· καὶ οὗτος, ἀγῶνα ἰσχυρὸν, πρὸς ἀνταγωνιστὰς πικρούς, πενίαν καὶ ἀδοξίαν καὶ λιμὸν καὶ κρύος· ἐγὼ δὲ αὐτοῦ καὶ τὰ γυμνάσια ἐπαινῶ· (δ 244/5) αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κακʼ ἀμφʼ ὤμοισι βαλών, οὐ |χαλεπῶς διὰ τοῦτο ἐκράτει. Τοιγαροῦν στεφανῶ τοὺς ἄνδρας, καὶ ἀνακηρύττω νικηφόρους τῆς ἀρετῆς· ἔὰν δὲ ἀφέλῃς αὐτῶν τὴν πρὸς τὰ καλὰ ἀγωνίαν, ἀποστεφανοῖς τούς ἄνδρας καὶ ἀποκηρύττεις. Ἄφελε Ἀθηναίων τὸν ἐπὶ Μαραθῶνα δρόμον, καὶ τὸν ἐκεῖ θάνατον, καὶ τὴν Κυναιγείρου χεῖρα, καὶ τὴν Πολυζήλου συμφοράν, καὶ τὰ Καλλιμάχου τραύματα, καὶ οὐδὲν Ἀθηναίοις καταλείπεις σεμνόν, πλὴν τοῦ Ἐριχθονίου καὶ τοῦ Κέκροπος, μύθων ἀπιστουμένων. Διὰ τοῦτο ἡ Χπάρτη ἐπὶ πλεῖστον ἐλευθέρα, ὅτι ἐν οὐδὲ εἰρήνῃ σχολὴν ἄγει· μάστιγες αὐταὶ καὶ πληγαὶ Λακωνικαί, καὶ ἔθη κακῶν, ταῖς ἀρεταῖς ἀναμιγνύμενα.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
