# Dialexeis 9.Subsection a-4-Subsection e

Maximus of Tyre, Dialexeis, 9.Subsection a to 9.Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/9.Subsection%20a-4

Ὢ νοσήματος διηνεκοῦς, καὶ ἐπὶ πολλὰς περιόδους χρόνων καταλαβόντος τὴν γῆν. Ἐπιτολμήσαιμι δʼ ἂν ἔγωγε εἰπεῖν, ὅτι εἴπερ ἐστιν ἀδικίας πρὸς ἀδικίαν ὑπερβολή, ὁ τιμωρῶν | τοῦ προϋπάρξαντος ἀδικώτερος. Ὁ μὲν γὰρ ὑπὸ ἀμαθίας ἐπὶ τὸ ἀδικεῖν ἐλθὼν ἔχει τὴν δίκην ἐκ τοῦ ψόγου· ὁ δὲ ἐπεξιών, προσλαβὼν ἐκ τοῦ ὁμοίου τὸ ἄδικον, ἀφῄρηκεν ἐκείνου τὸ ἐπίψογον. Ὥσπερ γὰρ τῷ μαρίλῃ ἐμπεπλεγμένῳ τὸν συμπλεκέντα ἀνάγκη καὶ αὐτὸν συναισχῦναι τὸ σῶμα, οὕτω καὶ ὅστις ἀδίκῳ ἀνδρὶ συμπλέκεσθαι καὶ συγκυλινδεῖσθαι ἀξιοῖ, ἀνάγκη τοῦτον συναπολαύειν τοῦ κακοῦ, καὶ συναναπίμπλασθαι τῆς μαρίλης. Ἀθλητῇ μὲν οὖν ἀνδρὸς προσφερομένου ἀθλητοῦ, ἐκ τῆς ἴσης ἀγωνίας καὶ φιλοτιμίας ἀποδέχομαι· ὁρῶ γὰρ αὐτοῖς ὁμοίαν μὲν τὴν φύσιν, παραπλησίαν δὲ τὴν μελέτην, ἰσότιμον δὲ τὴν ἐπιθυμίαν τοῦ νικᾶν· ὅταν δὲ ἀγαθὸς ἀνὴρ πονηρῷ συμπέσῃ, οὐκ ἐκ τῆς αὐτῆς παλαίστρας προσεληλυθὼς ἑκάτερος, οὐδὲ ὑπὸ τῷ αὐτῷ παιδοτρίβη ἀσκηθείς, οὐδὲ τὴν αὐτὴν τέχνην ἐκμαθών, οὐδὲ τοῖς αὐτοῖς παλαίσμασιν ἐντεθραμμένος, οὐδὲ τοῦ αὐτοῦ στεφάνου ἐρῶν, οὐδὲ τοῦ αὐτοῦ κηρύγματος, οἰκτείρω τὴν μάχην, ἄνισος ἡ ἀγωνία.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
