# Dialexeis 9.Subsection c-2-Subsection f

Maximus of Tyre, Dialexeis, 9.Subsection c to 9.Subsection f. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/9.Subsection%20c-2

Ἐπειδὰν δὲ ἀπαλλαγῇ ἡ ψυχὴ ἐνθένδε ἐκεῖσε, ὥσπερ ἐκ τῆς Κιμμερίων γῆς ἐπὶ λαμπρὸν αἰθέρα ἐξελθοῦσα, ἐλευθέρα μὲν γενομένη σαρκῶν, ἐλευθέρα δὲ ἐπιθυμιῶν, ἐλευθέρα νόσων, ἐλευθέρα συμφορῶν· τότε διορᾷ καὶ λογίζεται τἀληθῆ αὐτά, θεοῖς καὶ θεῶν παισὶν συγγιγνομένη ὑπὲρ ἄκραν τὴν οὐρανοῦ ἀψῖδα, συμπεριπολοῦσα καὶ συντεταγμένη στρατιᾷ θεῶν ὑφʼ ἡγεμόνι καὶ στρατηγῷ τῷ Διί· καὶ μέμνηται μὲν ἀληθείας τότε, ἀναμιμνήσκεται δὲ ἐνθάδε ἐκείνων· καὶ θαρσεῖ μὲν τότε, σφάλλεται δὲ νῦν. δὲ ἐρρωμένη ψυχὴ καὶ χρηστῷ δαίμονι συγκεκληρωμένη, κἀνταῦθα ἀντέχει τῷ κυκηθμῷ, καὶ κατὰ δύναμιν ἀπαλλάττουσα αὐτὴν τῆς πρὸς τὸ σῶμα ὁμιλίας, τὴν μνήμην ἐγείρει ἐκείνων τῶν θεαμάτων, καὶ ἐκείνων τῶν ἀκουσμάτων. Τοῦτο ἄρα κα οἱ ποιηταὶ τὴν Μνημοσύνην αἰνίττονται Μουσῶν μητέρα, Μούσας μὲν τὰς ἐπιστήμας ὀνομάζοντες, ἠγάθεον χορὸν καὶ ἔργον Διός, ὑπὸ Μνημοσύνης δὲ γεννω μένας καὶ συνταττομένας. Θεραπεύωμεν τὰς Μούσας, θεραπεύωμεν τὴν Μνημοσύνην.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
