# Dialexeis 9.Subsection d

Maximus of Tyre, Dialexeis, Β΄ II (Duebn. VIII vulg. 38 Β 5 Κ 2), Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/9.Subsection%20d

Εἰ μὲν γὰρ ἄλλοις τισὶν νομοθετοῦμεν ὑπερορίοις ἀνθρώποις ἔξω τοῦ καθʼ ἡμᾶς αἰθέρος, ἄρτι ἐκ γῆς ἀναφυομένοις, ἢ ὑπό τινος προμηθείας πλαττομένοις, ἀπείροις βίου καὶ νόμου καὶ λόγου, δέοι ἂν ἴσως τοῦ σκέμματος· πότερα ἐατέον τουτὶ τὸ γένος, ἐπεὶ τῶν αὐτοφυῶν τούτων ἀγαλμάτων προσκυνεῖν αἱροῦνται, οὐκ ἐλέφαντα, οὐδὲ χρυσόν, οὐδὲ δρῦν, οὐδὲ κέδρον, οὐδὲ ποταμόν, οὐδὲ ὄρνιθα, ἀλλὰ τὸν ἥλιον ἀνίσχοντα, καὶ τὴν σελήνην λάμπουσαν, καὶ τὸν οὐρανὸν πεποικιλμένον, καὶ γῆν αὐτήν, καὶ ἀέρα αὐτόν, καὶ πῦρ πᾶν, καὶ ὕδωρ πᾶν· ἢ καὶ τούτους καθείρξομεν εἰς ἀνάγκην τιμῆς ξύλων ἢ λίθων ἢ τύπων;

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
