# Dialexeis 9.Subsection e-2-Subsection n

Maximus of Tyre, Dialexeis, 9.Subsection e to 9.Subsection n. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/9.Subsection%20e-2

οὐ προσιέναι φησὶν ὁ Σωκράτης Ἀλκιβιάδη, ἐκ πολλοῦ ἐρῶν, πρὶν ἡγήσατο ἱκανὸν εἶναι πρὸς λόγους· σμικρά μοι παῖς ἔτι φαίνεο κἄχαρις ἔσσα Σαπφὼ λέγει· κωμῳδεῖ σχῆμά που καὶ κατάκλισιν σοφιστοῦ, καὶ αὕτη τίς δὲ ἀγροιῶτιν ἐπεμμένα στολήν τὸν||ἔρωτα φησὶν ἡ Διοτίμα τῷ Σωκράτει οὐ παῖδα, ἀλλὰ ἀκόλουθον τῆς Ἀφροδίτης καὶ θεράποντα εἶναι· λέγει που καὶ Σαπφοῖ ἡ Ἀφροδίτη ἐν ᾄσματι, σύ τε καλὸς θεράπων Ἔρως. Διοτίμα λέγει, ὅτι θάλλει μὲν ἔρως εὐπορῶν, ἀποθνήσκει δὲ ἀπορῶν· τοῦτο ἐκείνη ξυλλαβοῦσα εἶπεν ῾γλυκύπικρον᾿ καὶ ῾ ἀλγεσίδωρον.᾿ Τὸν ἔρωτα Σωκράτης σοφιστὴν λέγει, Σαπφὼ μυθοπλόκον. Ἐκβακχεύεται ἐπὶ Φαίδρῳ ὑπὸ τοῦ ἔρωτος, τῇ δὲ ὁ ἔρως ἐτίναξεν τὰς φρένας, ὡς ἄνεμος κατ᾿ ὄρος δρυσὶν ἐμπεσών· ἀναίθεται τῇ Ξανθίππῃ ὀδυρομένῃ ὅτι ἀπέθνησκεν, ἡ δὲ τῇ θυγατρί· οὐ γὰρ θέμις ἐν μουσοπόλων οἰκίᾳ θρῆνον εἶναι οὐκ ἄμμι πρέποι τάδε. Ἡ δὲ τοῦ Τηΐου σοφιστοῦ τέχνη τοῦ αὐτοῦ ἤθους καὶ τρόπου· καὶ γὰρ πάντων ἐρᾷ τῶν καλῶν, καὶ ἐπαινεῖ πάντας· μεστὰ δὲ αὐτοῦ τὰ ᾄσματα τῆς Σμέρδιος κόμης, καὶ τῶν Κλεοβούλου ὀφθαλμῶν, καὶ τῆς Βαθύλλου ὥρας· ἀλλὰ καὶ τούτοις τὴν σωφροσύνην ὁρᾷς· ἔραμαί τοι συνηβᾶν, φησίν, χαρίεν γὰρ ἔχεις ἦθος· καὶ αὖθις ῾ καλὸν εἶναι τῷ ἔρωτι τὰ δίκαια᾿ φησίν. Ἤδη δέ που καὶ τὴν τέχνην ἀπεκαλύψατο· ἐμὲ γὰρ λόγων εἵνεκα παῖδες ἂν φιλοῖεν· χαρίεντα μὲν γὰρ ᾄδω, χαρίεντα δ᾿ οἶδα λέξαι. Τοῦτο καὶ περὶ Σωκράτους Ἀλκιβιάδης ἔλεγεν, εἰκάζων αὐτοῦ τὴν χάριν τοῖς Ὀλύμπου καὶ Μαρσύου αὐλήμασιν. Τίς ἄν, ὦ θεοί, μέμψαιτο ἐραστὴν τοιοῦτον, πλὴν Τιμάρχου;

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
