# Dialexeis Subsection a-10-Subsection i

Maximus of Tyre, Dialexeis, Subsection a to Subsection i. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20a-10

Φέρε καὶ ἐπὶ γεωργίας θεασώμεθα, εἰ τοῦτον αὐτοῖς ἔχει τὸν τρόπον, ὅνπερ καὶ ἡ ἐν τῷ πολεμεῖν χειρουργία. Ἅπτονται ἄνθρωποι γῆς, οἱ μὲν σὺν δίκῃ, οἱ δὲ ἄνευ δίκης· σύν δίκῃ μὲν κατὰ χρείαν καρποῦ, δίκης δὲ ἄνευ ἐπὶ χρηματισμῷ. Εἴη ἂν οὖν κἀν||ταῦθα ἡ δίαιτα οὐ ξυλλήβδην περὶ πάσης γεωργίας. Ἀλλὰ ἐπεὶ καὶ τοῦτο κοινὸν δικαίων καὶ μή, κοινὸν δʼ ἦν καὶ τὸ πολεμεῖν ἑκατέρῳ τῷ γένει, δέος μὴ λάθῃ ἐξαπατήσας ἡμᾶς ὁ λόγος οὗτος, οὐ γεωργικῷ τὸ πολεμικόν, ἀλλὰ τῷ δικαίῳ τὸ ἄδικον παραβαλεῖν ἐθέλων. Δικαίους οὖν ἄμφω ὑποθέμενοι, καὶ τὸν πολεμικὸν καὶ τὸν γεωργικόν, τὸν μὲν ὑπʼ ἀνάγκης ἐπὶ τὸ πολεμεῖν ἰόντα, τὸν δὲ ὑπὸ χρείας γεωργεῖν ἠναγκασμένον, οὕτως σκοπῶμεν περὶ ἑκατέρου. Καίτοι τί ταῦτα λέγω; εἰ γὰρ ἐπʼ ἀμφοῖν τὸ δίκαιον ἴσον, καὶ τὸ καλὸν ἴσον, καὶ ὁ ἔπαινος ἴσος, καὶ ἀπʼ ἴσης εἰσὶν ἡμῖν ἄμφω νικηφόροι. Βούλει τοίνυν, ἀφελὼν τὸ δίκαιον ἑκατέρου, τὸ ἄδικον προσθείς, οὕτω σκοπεῖν; Ἀλλὰ κἀνταῦθα ἐπʼ ἀμφοῖν ἡ κακία ἐπανισουμένη τὸν ἔπαινον ἐξ ἀμφοῖν ἀφαιρεῖ Τῴ ἂν οὖν τις κρίναι τὸ λεγόμενον; βούλει σοι φράσω; καὶ δὴ λέγω. Μαντεύεταί μοι ἡ ψυχή, κατὰ τοὺς Πλάτωνος λόγους, εἶναί τι ἀνθρώπων γένος, μήτε ἀρετῆς κομιδῇ ἐπήβολον, μήτʼ εἰς κακίαν ἐσχάτην παντάπασιν ἐκκεκυλισμένον, βιοτεῦον | δὲ ἐν δόξαις ὀρθαῖς, τροφῇ καὶ παιδεύσει ὑπὸ νόμῳ σώφρονι πολιτευόμενον. Τῦτο τοίνυν τῶν ἀνθρώπων τὸ γένος διελόντες δίχα, τὸ μὲν παραδόντες τῇ γῇ, τὸ δὲ εἰς τὰ ὅπλα ἀποπέμψαντες, ἅτε ἀμφίβολον ὂν καὶ ἐν μεταιχμίῳ ἀρετῆς καὶ κακίας καθωρμισμένον, θεασώμεθα ὑπὸ τῶν ἐπιτηδευμάτων ἑκάτερον ὑπὸ ἑκατέρου, πότερον ἐφ ὁπότερον ἄγεται θᾶττον· θεασώμεθα δὲ οὑτωσί.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
