# Dialexeis Subsection a-11-Subsection k

Maximus of Tyre, Dialexeis, Subsection a to Subsection k. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20a-11

Μέγιστον ἀνθρώπῳ κακόν ἐπιθυμία. Πότερον ἐπιθυμίας ἐργαστικώτερον, πόλεμος, ἢ γεωργία; Καὶ μὴν τὸ μὲν ἀκόρεστον, τὸ δὲ φειδωλόν· ἀκόρεστον μὲν ὁ πόλεμος, φείδωλον δὲ ἡ γεωργία. Καὶ τὸ μὲν παντοδαπὸν ὁ πόλεμος, ἀπλοῦν ἡ γεωργία· καὶ τὸ μὲν ἄδηλον, τὸ δὲ ὡμολογημένον. Τί γὰρ ἂν εἴη ἀδηλότερον τῆς ἐν πολέμῳ τύχης; βέβαιος δὲ ὁ ἐν γῇ πόνος. Πόλεμος ὑπʼ εὐτυχίας μάλιστα θρασύνεται, ἡ δὲ γεωργία ὑπʼ εὐκαρπίας σωφρονίζεται. Εἰ δὲ καὶ ὁ θυμὸς ἀνθρώπῳ σύνοικος, χαλεπὸς καὶ δεόμενος πολλῆς παιδαγωγίας, τί, ἂν ᾖ, θυμοῦ παρασκευαστικώτερον πολέμου καὶ ὅπλων; τί δὲ γεωργίας ἠπιώτερον; Πρός γε μὴν τὰς ἀρετὰς αὐτὰς οὕτως ἔχει ἑκάτερον. Καὶ πρῶτόν γε πρὸς σωφροσύνην· ὅπλα ἔχων ἀνήρ, ὁ μὲν ἰσχυρὸς ἰταμώτερος, ὁ δὲ δειλὸς σφαλερώτερος· καὶ ὁ μὲν θρασὺς ἰταμώτερος, ὁ δὲ ἀσθενὴς θρασύτερος, ὁ δὲ φιλήδονος ἀκολαστότερος. Γεωργῶν ἀνήρ, ὁ μὲν ἰσχυρὸς εὐκαρπότερος, ὁ δὲ ἀσθενέστερος ὑγιεινότερος, ὁ δὲ δειλὸς ἀσφαλέστερος, ὁ δὲ φιλήδονος σωφρονέστερος. Εἰ δὲ καὶ πρὸς δικαιοσύνην ἐξετάζοις, πόλεμος μὲν διδάσκαλος ἀδικίας, γεωργία δὲ δικαιοσύνης. Ὁ μὲν γὰρ πλεο|νέκτης τέ ἐστιν καὶ ἐπὶ τὰ ἀλλότρια ἄγει, καὶ αὐτὸς αὐτοῦ κράτιστα ἔχει, ἐπειδὰν τὰ μέγιστα ἀδικῇ καὶ ἀδικῶν εὐστοχῇ. Παρὰ δὲ γεωργίας ἴση μὲν ἡ ἀντίδοσις, δικαία δὲ ἡ ὁμιλία. Θεραπεύεις φυτόν, τὸ δὲ ἀντιδίδωσιν καρπούς· θεραπεύεις λήϊον, τὸ δὲ εὐτροφεῖ· τημελεῖς ἄμπελον, ἡ δὲ εὐοινεῖ· τημελεῖς ἐλαίαν, || ἡ δὲ εὐανθεῖ. Φοβερὸς γεωργὸς οὐδενί, πολέμιος οὐδενί, φίλος πᾶσιν, ἄπειρος αἵματος, ἄπειροσ σφαγῆς, ἱερὸς καὶ παναγὴς θεῶν ἐπικαρπίων καὶ ἐπιληναίων καὶ ἁλώων καὶ προηροσίων· ἴσος μὲν ἐν δημοκρατίᾳ, ὀλιγαρχίαν δὲ καὶ τυραννίδα πάντων μάλιστα μισεῖ γεωργία. Οὐ γὰρ ταύτης θρέμματα ὁ Διονύσιος, οὐδὲ ὁ Φάλαρις, ἀλλʼ ἑκάτερος ἀπὸ τῶν ὅπλων.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
