# Dialexeis Subsection a-13-Subsection e

Maximus of Tyre, Dialexeis, Subsection a to Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20a-13

Αἰετοῦ κλάγξαντος, ἢ λέοντος βρυχησαμένου, γνω ἄν τις τῷ λυπηρῷ τῆς ἀκοῆς τὴν ῥώμην τοῦ φθεγγομένου. Εἰ δὲ μὴ φαυλότερον ἦχος ἀνδρὸς μηδὲ ἀσθενέστερον ἐλέγξαι τὸ τοῦ λέοντος ἦθος βρυχηθμοῦ λέοντος καὶ αἰετῶν κλαγγῆς, ἆρα οὐκ ἄξιον ἐκθηρᾶσθαι τῇ ἀκοῇ, πότερον ἀηδὼν τὸ φθεγγόμενον, γλῶττα δειλὴ καὶ ᾠδὴ ἐφήμερος, ἢ αἰετός, ἢ τι ἄλλο ζῷον ἄρρεν καὶ θυμοῦ μεστόν; Ἀλλʼ ὁ μὲν Ζώπυρος ἐκεῖνος δεινὸς ἦν τῇ προσβολῇ τῶν ὀφθαλμῶν, τοῖς τοῦ σώματος τύποις ἐντυγχάνων, γνωρίζειν τὸ ἦθος, καὶ καταμαντεύεσθαι τῆς ψυχῆς διὰ τῶν ὁρωμένων, μαντείαν ἀσαφῆ· τίς γὰρ ἐπιμιξία πρὸς ὁμοιότητα ψυχῆς καὶ σώματος; Εἰ δʼ ἐστὶ μαντείαν ἐπὶ ψυχῇ θέσθαι οὐ διὰ ἀμυδρῶν οὐδὲ ἀσθενῶν συμβόλων, τοῖς μὲν ὀφθαλμοῖς παραχωρητέον τὴν χρωμάτων τε καὶ σχημάτων καὶ τῆς ἐν τούτοις ἡδονῆς καὶ ἀηδίας ὁμιλίαν, τῇ δὲ ἀκοῇ ἐξιχνευτέον τὸ τῆς ψυχῆς ἦθος, οὐ κατὰ τοὺς τῶν πολλῶν λογισμούς ἀπόχρη πρὸς ἔπαινον λόγου γλῶττα εὔστοχος, ἢ ὀνομάτων δρόμος, ἢ ῥήματα Ἀττικά, ἢ περίοδοι | εὐκαμπεῖς, ἢ ἁρμονία ὑγρά· τὰ δʼ ἐστὶν πάντα, κατὰ τὸν ἐν Διονύσου ποιητήν, ἐπιφυλλίδες, καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
