# Dialexeis Subsection a-14-Subsection k

Maximus of Tyre, Dialexeis, Subsection a to Subsection k. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20a-14

Εἰ δὲ καὶ ἡδονῆς πρὸς τὴν ἀγωγὴν ταύτην δεησόμεθα καὶ τυράννου, δότω μοι τὶς ἡδονήν, οἵαν καὶ ἐπὶ σάλπιγγος ἁρμονίᾳ ἐν μέσοις τοῖς ὁπλίταις τεταγμένῃ, καὶ ἐξορμώσῃ τὰς ψυχὰς τῷ | μέλει· τοιαύτης δέομαι ἡδονῆς λόγου, ἣ φυλάξει μὲν αὐτοῦ τὸ μέγεθος, οὐ προσθήσει δὲ τὴν αἰσχύνην· τοιαύτης δέομαι ἡδονῆς, ἣν οὐκ ἀπαξιώσει ἡ ἀρετὴ ὀπαδὸν αὐτῇ γίνεσθαι. Ἀνάγκη γὰρ παντὶ τῷ φύσει καλῷ συντετάχθαι χάριτας, καὶ ὥραν, καὶ πόθον, καὶ εὐφροσύνην, καὶ πάντα δὴ τὰ τερπνὰ ὀνόματα. Οὕτω καὶ ὁ οὐρανὸς οὐ καλὸς μόνον, ἀλλὰ καὶ ἥδιστον θεαμάτων. καὶ θάλαττα πλεομένη, καὶ λήϊα καρποτρόφα, καὶ ὄρη δενδροτρόφα, καὶ λειμῶνες ἀνθοῦντες, καὶ νάματα ῥέοντα. Ἥδιστον ἦν θέαμα ὁ Ἀχιλλεύς, (πῶς δὲ οὐκ ἔμελλεν;) οὐ διὰ τὴν ξάνθην κόμην· καὶ γὰρ ὁ Εὔφορβος εὐκόμης ἦν, τῷ δὲ Ἀχιλλεῖ τὸ καλὸν ἥδιστον ἦν ὑπὸ τῆς ἀρετῆς ἐξαπτόμενον. Ἥδιστον μὲν ἐν ποταμοῖς θέαμα ὁ Νεῖλος· ἀλλʼ οὐ διʼ ἀφθονίαν ὕδατος, καὶ γὰρ ὁ Ἴστρος εὔνεως· ἀλλὰ ὁ Ἴστρος οὐ γόνιμος, ὁ δὲ Νεῖλος γόνιμος. Ἥδιστον θέαμα ὁ Νεῖλος, ἀλλʼ οὐ τολμῶ παραπεμψάμενος τὴν ἀρετὴν τοῦ θεοῦ ἡδονὴν αὐτῶ ἐπιφημίσαι. Ἐγὼ καὶ τῶν Φειδίου ἀγαλμάτων αἰσθάνομαι μὲν τῆς ἡδονῆς, ἐπαινῶ δὲ τὴν τέχνην· καὶ τῆς Ὁμήρου ᾠδῆς συνίημι μὲν τῆς ἡδονῆς, ἀλλʼ ἐκ τῶν σεμνοτέρων αὐτὴν ἐπαινῶ. Ἀλλʼ οὐδὲ τὸν Ἡρακλέα ἔγωγε ἡγοῦμαι ἄγευστον καὶ ἀμέτοχον ἡδονῆς διαβιῶναι· οὐ πείθομαι παντάπασι τῷ Προδίκῳ· ἀλλʼ εἰσὶν γὰρ καὶ ἀνδρὸς ἡδοναὶ παραμυθούμεναι τοὺς διʼ ἀρετῆς πόνους, οὐ διὰ σαρκῶν, οὐδέ γε διʼ αἰσθήσεων ἐπίρρυτοι, ἀλλ᾿ αὐτοφυεῖς τινες καὶ ἔνδοθεν διανιστάμεναι, ἐθιζομένης τῆς ψυχῆς χαίρειν τοῖς καλοῖς καὶ ἔργοις καὶ ἐπιτηδεύμασιν καὶ λόγοις. Οὕτω καὶ ὁ Ἡρακλῆς ἔχαιρεν ἐπὶ τὸ πῦρ ἰών· καὶ Σωκράτης | ἕχαιρεν ἐν τῷ δεσμωτηρίῳ μένων καὶ πειθόμενος τῷ νόμῳ. Παραβάλλωμεν τὴν Σωκράτους κύλικα ἐκείνην τῇ Ἀλκιβιάδου· πότερος αὐτῶν ἔπινεν ἀλυπότερον; Ἀλκιβιάδης τὸν οἶνον; ἢ τὸ φάρμακον Σωκράτης;||

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
