# Dialexeis Subsection a-17-Subsection e

Maximus of Tyre, Dialexeis, Subsection a to Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20a-17

Ὅρα τίνα καὶ ποῖον τύραννον τῇ ψυχῇ δίδως· ὡς Ἀθηναίοις Κριτίαν, παρωσάμενος τὸν Σόλωνα· ὡς Λακεδαιμονίοις Παυσανίαν, παρωσάμενος τὸν Λυκοῦργον. Κγὼ δὲ ἐλευθερίαν ποθῶν νόμου δέομαι, λόγου δέομαι. Οὗτός μοι φυλάξει τὴν εὐδαιμονίαν ὀρθὴν καὶ ἄσειστον καὶ ἀδεῆ καὶ αὐτάρκη, οὐ ταπεινὴν δὲ ὑποβεβλημένην ἀνδραπόδων τέχναις, ὑφʼ ὧν ἐρανιζόμενος ἀθροίσω τὸ μέγα τοῦτο ὄφελος, ἡδονήν αἰτίζων οὐκ ἀκόλzους, μὰ Δία, κατὰ τὸν υμήρου πτωχεύοντα (ρ 222), οὐδὲ ἄορας καὶ λέβητας μόνον, ἀλλὰ τὰ τούτων ἔτι ἀτοπώτερα· παρὰ μὲν ΜΔιθαίκου ὄψον, παρὰ δὲ Σα. ῥόμβου οἶνον, παρὰ δὲ Μιλησίου ἑταίραν, παρὰ δὲ Κόννου ῷδήν. Καὶ τί τούτων ἔσται μέτρον; τίς τῆς ἐξ ἡδονῶν εὐδαιμονίας ὅρος; ποῖ στησόμεθα; τίνι δῶμεν τὰ νικητήρια φέροντες; Τίς ὁ μακάριος ἀνὴρ οὗτος καὶ ἄγρυπνος καὶ ἐπίπονος, ὅν οὐκ ἔλαθεν οὐδὲ ἐξέφυγεν οὐδεμία ἡδονή, οὐ νύκτωρ, οὐ μεθʼ ἡμέραν, ἀλλὰ ἀποτείνασα αὐτῷ ἡ ψυχὴ τὰς αἰσθήσεις πάσας, καθάπερ ὁ θαλάττιος πολύπους τὰς πολλὰς κόμας, διὰ τούτων πάντοθεν τὰς ἡδονὰς ἐπάξεται πάσας ὁμοῦ;

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
