# Dialexeis Subsection a-18-Subsection b

Maximus of Tyre, Dialexeis, Subsection a to Subsection b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20a-18

Πλάττωμε, εἰ δυνατόν, τοιαύτην εἰκόνα, ἄνδρα εὐδαίμονα τὴν ἐξ ἡδονῶν εὐδαιμονίαν· ὁρῶντα μὲν τὰ ἥδιστα τῶν χρωμάτων, ἀκούοντα δὲ ἡδίστων ψόφων, ὀσφραινόμενον ὀδμῶν τερπνοτάτων, γευόμενον χυμῶν ποικιλωτάτων, χλιαινόμενον, ἀφροδισιάζοντα ὁμοῦ· ἐὰν γὰρ δῷς χρόνον, καὶ διαστήσῃς τὰς ἡδονάς, καὶ τὰς αἰσθήσεις διέλῃς, κολούσεις τὴν εὐδαιμονίαν· πᾶν γάρ, ὅ παρὸν εὐφραίνει, ἀφαιρεθὲν λυπεῖ. Καὶ τίς ἀνά σχοιτο ψυχὴ ἡδονῶν τοσούτων ὄχλον ἐπιρρέοντα αὐτῇ καὶ ἐπιφερόμενον, καὶ μηδεμίαν ἀνακωχὴν μηδὲ ἀναψυχὴν παρεχόμενον; ἀλλʼ οὐκ ἀθλιώτατα εἰκὸς διάγειν, καὶ ἐπιθυμεῖν καταβολῆς, καὶ ἀναπαύλης ἐρᾶν; χρονίζουσα γὰρ ἡδονὴ λύπην γεννᾷ.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
