# Dialexeis Subsection a-20-Subsection e

Maximus of Tyre, Dialexeis, Subsection a to Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20a-20

Ποῖ τὶς τράπηται; τίνα εὕρῃ ἐκεχειρίαν; ποίαν Ὀλυμπίαν; τίνα ἔεμέαν; Καλὰ μὲν τὰ Ἀθήνησιν Διονύσια καὶ Παναθήναια, ἀλλὰ ἑορτάζουσιν μισοῦντες καὶ μισούμενοι· πόλεμόν μοι λέγεις, οὐχ ἑορτήν. Καλαὶ καὶ ἐν Αακεδαίμονι αἱ Ιυμνοπαιδίαι, καὶ τὰ Ὑακίνθια, καὶ οἱ χοροί· ἀλλὰ Ἀγησίλαος Αυσάνδρῳ φθονεῖ, καὶ Ἀγησίπολις Ἄγιν μισεῖ, καὶ Κινάδων τοῖς βασιλεῦσιν ἐπιβουλεύει, καὶ ψάλανθος τοῖς ἐφόροις, καὶ Παρθενίαι Σπταρτιάταις· οὐ πιστεύω τῇ ἑορτῇ, πρὶν τοὺς ἑορταστὰς ἴδω φίλους. Gὐτος ἀληθινῆς ἐκεχειρίας νόμος καὶ τρόπος, ὑπὸ νομοθέτῃ τῷ θεῷ τεταγμένος, ὄν οὐκ ἔστιν μὴ κτησάμενον φιλίαν ἰδεῖν, οὐδʼ ἂν πολλάκις τὶς σπείσηται, οὐδʼ ἄν πολλάκις ἀναγράψηται τὰ υλυμπιάσιν, καὶ Ἰσθμοῖ, καὶ Νέμεα. Κισω δεῖ ἐπὶ τὴν ψυχὴν τὸ κήρυγμα ἐλθεῖν, εἴσω τὴν ἐκεχειρίαν· ἕως δὲ ἄσπονδος καὶ ἀκήρυκτος ὁ ἐν ψυχῇ πόλεμος, ἄφιλος ἡ ψυχὴ μένει, ἐχθρά, σκυθρωπῇ. Ταῦτα αἱ Ποιναί, ταῦτα αἱ Ἐρινύες, τὰ δράματα, αί τραγῳδίαι. Διώκωμεν τὴν ἐκεχειρίαν, παρακαλῶμεν φιλοσοφίαν· ἡκέτω, σπενδέσθω, κηρυττέτω.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
