# Dialexeis Subsection a-21-Subsection f

Maximus of Tyre, Dialexeis, Subsection a to Subsection f. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20a-21

Πῶς οὖν οὐ προηγούμενος τῷ Διογένει ὁ βίος οὗτος, ὃν ἑκὼν εἵλετο, ὅν Ἀπόλλων ἔδωκεν, ὃν ὁ Ζεὺς ἐπήνεσεν, ὃν οἱ νοῦν ἔχοντες θαυμάζουσιν; ἢ ἄλλό τι ἡγού |μεθα εἶναι τὴν περίστασιν, ἢ χρῆσιν πράξεως, οὐκ αὐθαίρετον τῷ ἔχοντι; Ἔρου δὴ τὸν γεγαμηκότα· ῾Τίνος εἵνεκεν γαμεῖςʼ; Παίδων, φησίν· τὸν παιδοτροφοῦντα, τίνος εἵνεκα ἐτεκνώσατο; διαδοχῆς ἐρᾷ· τὸν στρατευόμενον, πλεονεξίας ἐρᾷ· τὸν γεωργοῦντα, καρπῶν ἐρᾷ· τὸν χρηματιζόμενον, εὐπορίας ἐρᾷ· τὸν πολιτευόμενον, τιμῆς ἐρᾷ. Τῶν δὲ ἐρώτων τούτων οἱ πολλοὶ ἀμβλισκάνουσιν, καὶ εἰς τοὐναντίον περῖίστανται, καὶ εὐχῆς ἔργον ἡ ἐπιτυχία, οὐ γνώμης οὐδὲ τέχνης. Ἕκαστος δὴ τῶν ταῦτα αἱρουμένων περίστασίν τινα διαπεραίνεται τοῦ βίου, καὶ ταλαιπωρίας ἀνέχεται οὐχ ἑκουσίου, οὐδὲ διʼ ἄγνοιαν τῶν αὐθαιρέτων ἀγαθῶν. Τίνα γὰρ ἄν τις καὶ φαίη τούτων ἐλεύθερον; τὸν δημαγωγόν; δοῦλον λέγεις πολλῶν δεσποτῶν· τὸν ῥήτορα; δοῦλον λέγεις πικρῶν | δικαστῶν· τὸν τύραννον; δοῦλον λέγεις ἀκολάστων ἡδονῶν· τὸν στρατηγόν; δοῦλον λέγεις ἀδήλου τύχης· τὸν πλέοντα; δοῦλον ἀσταθμήτου τέχνης· τὸν φιλόσοφον; ποῖον λέγεις; ἐπαινῶ μὲν γὰρ καὶ Σωκράτην· ἀλλʼ ἀκούω λέγοντος· ῾Πείθομαι τῷ νόμῳ, καὶ ἑκὼν ἐπὶ τὸ δεσμωτήριον

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
