# Dialexeis Subsection a-4-Subsection e

Maximus of Tyre, Dialexeis, Subsection a to Subsection e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20a-4

Καὶ τὰς μὲν τῶν πολλῶν ὀρέξεις τὲ καὶ δυσαρεστήσεις τί χρὴ σκοπεῖν; οὐ μᾶλλον ἢ τὰς τῶν θρεμμάτων· τοὺς δὲ ἐν φιλοσοφίᾳ καὶ πάνυ ἄν τις ἢ μέμψαιτο, ἢ οἰκτείραι· οἳ κομῶντες ἐπὶ φρονήσει, καὶ τέχνῃ βίου, καὶ ἐπι‖στήμῃ λόγου, οὔπω γε νῦν παύονται στασιάζοντες πρὸς αὐτοὺς καὶ πρὸς ἄλλους, καὶ ἀμφισβητοῦντες ποίῳ σχήματι βίου φέροντες αὐτοὺς ἐγχειροῦσιν· ἀλλὰ ἀτεχνῶς ἐοίκασιν κυβερνήταις παρεσκευασμένοις μὲν πρὸς πλοῦν, καλῷ μεγέθει ὁλκάδος, καὶ κατασκευῇ ὑγιεῖ, καὶ πλήθει ὀργάνων, καὶ ὑπηρεσίας ἀκριβείᾳ, καὶ τέχνης ἀσφαλείᾳ, καὶ ἕρματος συμμετρίᾳ, ἐν δὲ τῇ τοῦ πλοῦ χρείᾳ πλανωμένοις, καὶ ἀποροῦσιν πῇ τράπωνται, πολλῶν μὲν ὑποφαινομένων λιμένων, πάντων δὲ ἀπιστουμένων. Τοὺς μὲν ἄλλους ἐῶμεν χαίρειν αὐτοῖς βίοις, τὸν μὲν ἐν ἡδονῇ τηκόμενον, τὸν δʼ ἐν γῇ πονούμενον, τὸν δὲ ἐν θαλάττῃ πλανώμενον, τὸν δὲ ἐν ὅπλοις μισθοφοροῦντα, τὸν δὲ ἐν ἐκκλησίαις βοῶντα, τὸν δὲ ἐν δικαστηρίοις φυρόμενον·

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
