# Dialexeis Subsection a-Subsection k

Maximus of Tyre, Dialexeis, Subsection a to Subsection k. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-of-tyre/dialexeis/Subsection%20a

Τίς δὲ ὁ τρόπος τῆς θείας τέχνης, ὀνόματι μὲν εἰπεῖν οὐκ ἔχω, εἴσῃ δὲ αὐτῆς τὴν δύναμιν ἐξ εἰκόνος ἣ οἵα δήποτε· ἐθεάσω νεῶν ἐρύσεις ἐκ θαλάττης ἄνω, καὶ λίθων ἀγωγὰς ὑπερφυῶν κατὰ μέγεθος, παντοδαποῖς ἑλιγμοῖς καὶ ἀναστροφαῖς ὀργάνων· ὧν ἕκαστον πρὸς τὸ πλησίον τὴν ῥώμην νειμάμενον, ἕτερον ἐξ ἑτέρου διαδεχόμενον τὴν ἀγωγήν, κινεῖ τὸ πᾶν· καὶ τὸ μὲν ὅλον ἔχει τὴν αἰτίαν τοῦ ἔργου· συνεπιλαμιβάνει δέ τι αὐτῷ καὶ τὰ μερικά. Κάλει τοίνυν τεχνίτην μὲν τὸν θεόν, ὄργανα δὲ τοὺς λογισμοὺς τοὺς ἀνθρωπίνους, τέχνην δὲ τὴν ἀνθρωπίνην σπῶσαν ἡμᾶς ἐπὶ τὴν ἀγωγὴν τῆς εἱμαρμένης. Εἰ δέ σοι καὶ σαφεστέρας εἰκόνος δεῖ, νόει μοι στρατηγὸν μὲν τὸν θεόν, στρατείαν δὲ τὴν ζωήν, ὁπλίτην δὲ τὸν ἄνθρωπον, σύνθεμα δὲ τὴν εἱμαρμένην, ὅπλα δὲ τὰς εὐπορίας, πολεμίους δὲ τὰς συμφοράς, σύμμαχον δὲ τὸν λογισμόν, ἀριστείαν δὲ τὴν ἀρετήν, ἧτταν δὲ τὴν μοχθηρίαν, μαντικὴν δὲ τὴν τέχνην αὐτὴν τὴν ἐκ τῆς παρασκευῆς ἐπισταμένην τὸ μέλλον. Καὶ γὰρ κυβερνήτης ναῦν ἔχων, καὶ εἰδὼς τὰ ὄργανα, καὶ τὴν θάλατταν ὁρῶν, καὶ αἰσθανόμενος τῶν πνευμάτων, οἶδεν τὸ ἀποβησόμενον. Καὶ στρατηγὸς στρατόπεδον ἔχων, καὶ τὰ ὅπλα εἰδώς, καὶ τῆς παρασκευ|ῆς μεμνημένος, καὶ τῶν πολεμίων αἰσθανόμενος, οἶδεν τὸ ἀποβησόμενον. Καὶ ἰατρὸς τὸν κάμνοντα ἰδών, καὶ τῆς νόσου ξυνείς, καὶ τῆς τέχνης αἰσθανόμενος, οἶδεν τὸ ἀποβησόμενον. Ὁρᾷς τὸ πλῆθος τῶν μάντεων, ὡς σαφές, ὡς τεχνικόν, ὡς εὔστοχον; Εἰ μὲν οὖν τὸ ἐφʼ ἡμῖν αὐτὸ ἦν καθʼ αὑτό, ἀπήλλακτο δὲ εἱμαρμένης, οὐδὲν ἔδει μαντικῆς· εἰ δὲ ἀνακέκραται τὸ ἐφʼ ἡμῖν τοῖς ὅλοις, μέρος ὅσον καὶ τοῦτο τῆς εἱμαρμένης, κατὰ μὲν τὸ ἀναγκαῖον ἡ μαντικὴ στήσεται· κατὰ δὲ τὸ δῆλον ἢ μή, βουλεύσεται.

---

Maximus of Tyre, Dialexeis, ed. Hermann Hobein. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0563.tlg001.local001/.
